Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐποίησεν ὁ βασιλεὺς πότον πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτά, καὶ ὕψωσεν τοὺς γάμους Ἐσθὴρ, καὶ ἄφεσιν ἐποίησεν τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ.

ὁ δὲ Μαρδοχαῖος ἐθεράπευεν ἐν τῆ αὐλῇ.

ἡ δὲ Ἐσθὴρ οὐχ ὑπέδειξεν τὴν πατρίδα αὐτῆς· οὕτως γὰρ ἐνετείλατο αὐτῇ Μαρδοχαῖος, φοβεῖσθαι τὸν θεὸν καὶ ποιεῖν τὰ προστάγματα αὐτοῦ, καθὼς ἦν μετʼ αὐτοῦ· καὶ Ἐσθὴρ οὐ μετήλλαξεν τὴν ἀγωγὴν αὐτῆς.