Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπʼ αὐτῆς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν.

εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικὸν καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν, καὶ μὴ ἄλλως χρησάσθω, μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν, καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς.

καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ· καὶ οὕτως πᾶσαι αἱ γυναῖκες περιθήσουσιν τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν, ἀπὸ πτωχοῦ ἕως πλουσίου.

καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλε καὶ τοῖς ἄρχουσι· καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαίος,

καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν, κατὰ τὴν λέξιν αὐτῶν, ὥστε εἶναι φόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν.

Καὶ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν ὁ βασιλεὺς τοῦ θυμοῦ, καὶ οὐκέτι ἐμνήσθη τῆς Ἀστίν, μνημονεύων οἷα ἐλάλησεν καὶ ὡς κατέκρινεν αὐτήν.

καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Ζητηθήτω τῷ βασιλεῖ κοράσια ἄφθορα καλὰ τῷ εἴδει·

καὶ καταστήσει ὁ βασιλεὺς κωμάρχας ἐν πάσαις ταῖς χώραις τῆς βασιλείας αὐτοῦ, καὶ [*](U+05D0A) [*](16 Μουχαιος] Μαμουχαιος U+05D0c.ᵃ | ηδικησεν] ητιμασεν A | Αστιν] pr asterisc U+05D0c.a 17 om γαρ U+05D0c.aA | διηγησατο] επιδιηγησατο U+05D0c.a | ως 1⁰] οσα A | om ως ουν αντειπεν τω βασιλει U+05D0* (hab U+05D0c.a ᵐᵍ) | τω β. Αρτοξερξη] αυτω A 18 ουτω U+05D0 om A | σημερον· A | των αρχοντων] pr αι A | ακουσασαι] pr αιτινες U+05D0c.ᵃ ᵐᵍ | λεχθεντα υπ αυτης] υπ αυτης λ. U+05D0c.a αχθεντα υπ αυτης A | τολμησωσιν A | αυτων] εαυτων U+05D0c.a αυτω A (-των Aᵃ?) 19 ΙΙερσων κ. Μηδων U+05D0c.ᵃ | om μη A | εισελθετω U+05D0*c.b (-θατω U+05D0c.ᵃ) | ετι] Αστιν U+05D0* (ετι U+05D0c.a) | αυ- τον] τον βασιλεα Αρταξερξην A | βασιλιαν B* λειαν Bᵃ⁽ᵛⁱᵈ) b | ο βασιλευς δοτω A 20 νομος] λογος U+05D0c.a ᵐᵍ A | om ο υπο A | ον εαν] ο εαν U+05D0* ον αν U+05D0c.ᵃA | αυτου] εαυτου· οτι αληθης A | ουτω U+05D0* (ουτως U+05D0c.a) 21 τω βασιλει και τοις αρχου sup ras Bᵃᵇ | αρχουσιν U+05D0Α | Μουχαιος] ευνουχος U+05D0* Μουχεος U+05D0c.ᵃ Μαμουχεος U+05D0c.a 22 απεστειλεν] + ο βασιλευς U+05D0c.a ᵐᵍ A | εις πασαν την βασιλειαν] εν παση τη βασιλεια A | κατα χωραν] εις χωραν και χωραν A | αυτοις φοβον A II 1 ο βασιλευς] + Αρταξερξης U+05D0c.a ᵐᵍ) | και | ουκετι εμνησθη] εμνησθη γαρ A | μνημονευων...αυτην] καθα εποιησεν και οσα αυτη| κατεκριθη A | ελαλησαν U+05D0* (-σεν U+05D0c.a) | κατεκριναν U+05D0* (-νεν U+05D0c.ᵃ) 2 του βασιλέως] προς τον βασιλεα A | αφθορα καλα] αφωρα κ. U+05D0* (αφθ. κ. U+05D0c.ᵃ) καλα αφθορα A | ειδει] ειδιν U+05D0* (ειδει U+05D0c.ᵃ) 3 ταις χωραις] om ταις U+05D0* (superscr U+05D0c.ᵃ) | om αυτου A)

759
ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τῷ εἴδει εἰς Σουσὰν τὴν πόλιν [*](B) εἰς τὸν γυναικῶνα, καὶ παραδοθήτωσαν τῷ εὐνούχῳ τοῦ βασιλέως τῷ φύλακι τῶν γυναικῶν, καὶ δοθήτω σμῆγμα καὶ ἡ λοιπὴ ἐπιμέλεια

καὶ ἡ γυνὴ ἣ ἂν ἀρέσῃ τῷ βασιλεῖ βασιλεύσει ἀντὶ Ἀστιν. καὶ ἤρεσεν τῷ βασιλεῖ τὸ πρόσταγμα, καὶ ἐποίησεν οὕτως.

Καὶ ἄνθρωπος ἦν Ἰουδαῖος ἐν Σούσοις τῇ πόλει, καὶ ὄνομα αὐτῷ Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ Σεμεείου τοῦ Κεισαίου ἐκ φυλῆς Βενιαμείν,

ὃς ἦν αἰχμάλωτος ἐξ Ἰερουσαλὴμ ἣν ᾐχμαλώτευσεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος.

καὶ ἦν τούτῳ παῖς θρεπτή, θυγάτηρ Ἀμειναδὰβ ἀδελφοῦ πατρὸς αὐτοῦ, καὶ ὄνομα αὐτῇ Ἐσθήρ· ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα· καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει.

καὶ ὅτε ἠκούσθη τὸ τοῦ βασιλέως πρόσταγμα, συνήχθησαν κοράσια πολλὰ εἰς Σουσὰν τὴν πόλιν ὑπὸ χεῖρα Γαί, καὶ ἤχθη Ἐσθὴρ πρὸς Γαὶ τὸν φύλακα τῶν γυναικῶν.

καὶ ἤρεσεν αὐτῷ τὸ κοράσιον, καὶ εὗρεν χάριν ἐνώπιον αὐτοῦ· καὶ ἔσπευσεν αὐτῇ δοῦναι τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ἀποδεδιγμένα αὐτῇ ἐκ βασιλικοῦ, καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι·

καὶ οὐχ ὑπέδειξεν ἑσθὴρ τὸ γένος αὐτῆς οὐδὲ τὴν πατρίδα· ὁ γὰρ Μαρδοχαῖος ἐνετείλατο αὐτῇ μὴ ἀπαγγεῖλαι.

καθʼ ἑκάστην δὲ ἡμέραν ὁ Μαρδοχαῖος περιεπάτει κατὰ τὴν αὐλὴν τὴν γυναικείαν, ἐπισκοπῶν τί Ἐσθὴρ συμβήσεται.

οὗτος δὲ ἦν καιρὸς κορασίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὅταν ἀναπληρώσῃ μῆνας ιβ΄· οὕτως γὰρ ἀναπληροῦνται αἱ ἡμέραι τῆς θεραπείας. μῆνας ἓξ ἀλιφόμεναι ἐν σμυρνίνῳ ἐλαίῳ, καὶ μῆνας ἓξ ἐν τοῖς ἀρώμασιν καὶ ἐν τοῖς σμήγμασιν τῶν γυναικῶν,