Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

τί εἴπωμεν, ὁ θεὸς ἡμῶν, μετὰ τοῦτο; ὅτι ἐνκατελίπομεν ἐντολάς σου

ἃς ἔδωκας ἡμῖν ἐν χειρὶ δούλων σου τῶν προφητῶν Ἡ γῆ εἰς ἣν εἰσπορεύεσθε κληρονομῆσαι αὐτὴν γῆ μετακινουμένη ἐστὶν ἐν μετακινήσει λαῶν τῶν ἐθνῶν, ἐν μακρύμμασιν αὐτῶν, ὧν ἔπλησαν αὐτὴν ἀπὸ στόματος ἐπὶ στόμα ἐν ἀκαθαρσίαις αὐτῶν.

καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ δῶτε τοῖς υἱοῖς αὐτῶν, καὶ ἀπὸ θυγατέρων αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν, καὶ οὐκ ἐκζητήσετε εἰρήνην αὐτῶν καὶ ἀγαθὸν αὐτῶν ἕως αἰῶνος, ὅπως ἐνισχύσητε καὶ φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κληροδοτήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.

καὶ μετὰ πᾶν τὸ ἐρχόμενον ἐφʼ ὑμᾶς ἐν ποιήμασιν ὑμῶν τοῖς πονηροῖς καὶ ἐν πλημμελείᾳ ὑμῶν τῇ μεγάλῃ· ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν, ὅτι ἐκούφισας ἡμῶν τὰς ἀνομίας καὶ ἔδωκας ἡμῖν σωτηρίαν·

ὅτι ἐπεστρέψαμεν διασκεδάσαι ἐντολάς σου καὶ γαμβρεῦσαι τοῖς λαοῖς· μὴ παροξυνθῇς ἐν ἡμῖν ἕως συντελείας τοῦ μὴ εἶναι ἐνκατάλειμμα καὶ διασωζόμενον.

Κύριε ὁ θεὸς Ἰσραήλ, δίκαιος σύ, ὅτι κατελείφθημεν διασωζόμενοι ὡς ἡ ἡμέρα [*](U+05D0A) [*](8 στηρισμα] σωτηρισμα B* σωτηριαγμα ut vid B? (αγ superscr) στηριγμα Bᵃ ᵐᵍA | δουλια A (item 9) 9 εγκατελειπε BᵇA (-πεν) | βασιλεως U+05D0* (βα- σιλεων U+05D0c.a) | ζωοποιησειν U+05D0* (ε ras U+05D0? vid) | αυτους] + και U+05D0* (om U+05D0?) | οικον] κον (sic) θυ ημων U+05D0* οικον U+05D0¹ om θυ ημ. U+05D0¹c.a | ημιν 2⁰] om U+05D0* (hab U+05D0a ⁽ᵐᵍ) 10 τι] pr κ νυν U+05D0 c. ᵃ | εγκατελιπομεν Bᵇ εγκατελειπομεν A + η|μις U+05D0 11 δου- λων BU+05D0c.ᵃA] δουλου U+05D0* | η γη] pr λεγων U+05D0A | εισπορευεσθαι U+05D0A (+ ††† μεχρι τουτου σημειου τω| τριων σταυρων εστι| το τελος των επτα] φυλλων τω| περισσων κ μη οντω| του Εσ|δρα U+05D0c.aᵐᵍinf) | εν μετακεινησιν (sic) A | μα- κρυμμασιν BU+05D0c.ᵃA] μακρυνσει U+05D0* | om αυτων 1⁰ A | ων] οις superscr U+05D0c.ᵃ (ras U+05D0c.ᵇ) | επλησαν BU+05D0? A] επλανησαν U+05D0* | om αυτων 2⁰ U+05D0* (hab superscr U+05D0c.ᵃ) A 12 θυγατερων] pr των U+05D0A | εκζητησεται BU+05D0 (ε 2⁰ sup ras U+05D0c.ᵇ? ) A | κληροδοτισητε U+05D0* (κληροδοτησ. U+05D0c.ᵃ) κληρονομησητε A 13 παν το ερχομενον] πανια τα εισελθοντα U+05D0c.a (ras U+05D0c.ᵇ) | υμας] ημας U+05D0ᵃA | υμων 1⁰] ημων A | πλημμελια A | υμων 2⁰ BU+05D0*] ημων U+05D0c.a A | οτι 1⁰] + συ ο θς ημων κατεπαυσας το σκηπτρον ημων δια τας αμαριας ημων U+05D0c.a (rag U+05D0c.ᵇ) | o θεος ημων] συ U+05D0c.ᵃ (ras U+05D0c.c) | οτι 2⁰ BU+05D0c.ᵃ A] και U+05D0* | εκουφισας] εκουφισα A* (ς superscr A¹) 14 εαπε|στρεψαμεν (sic) A | επιγαμβρευσοι U+05D0A | λαοις] +τουτων U+05D0c.ᵃ (ras U+05D0c.ᵇ)+ των γαιων A | μη 1⁰] και ου U+05D0c.a (ras U+05D0c.ᵇ) | om εν U+05D0c.ᵃ (hab U+05D0*c.ᵇ) | εγκαταλειμμα BᵇA ενκαταλιμμα 14_15 om δια- σωζομενον....κατελειφθημεν A 15 κατελιφθημεν] κατελιφθ. U+05D0* pr ουκ εν U+05D0c.a ᵐᵍ | ως BU+05D0*A] ωσει U+05D0c.a ⁽ᵐᵍ) | η ημερα] om η U+05D0)

179
αὕτη· ἐναντίον σου ἐν πλημμελείαις ἡμῶν, ὅτι οὐκ ἔστιν στῆναι [*](Β) ἐνώπιόν σου ἐπὶ τούτῳ.

Καὶ ὡς ἐπροσηύξατο Ἔσρας, καὶ ὡς προσηγόρευσεν κλαίων προσευχόμενος ἐνώπιον οἴκου τοῦ θεοῦ, συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰσραὴλ ἐκκλησία πολλὴ σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι· ὅτι ἔκλαυσεν ὁ λαὸς καὶ ὕψωσεν κλαίων.

καὶ ἀπεκρίθη Σεχενίας υἱὸς Ἰεὴλ ἀπὸ υἱῶν Ἠλὰμ καὶ εἶπεν τῷ Ἔσρᾳ Ἡεὶς ἠσυνθετήσαμεν τῷ θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ λαῶν τῆς γῆς· καὶ νῦν ἐστὶν ὑπομονὴ τῷ Ἰσραὴλ ἐπὶ τούτῳ.

καὶ νῦν διαθώμεθα διαθήκην τῷ θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλῃ· ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος γενηθήτω.

ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ῥῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον.

καὶ ἀνέστη Ἔσρας καὶ ὥρκισεν τοὺς ἄρχοντας, τοὺς Λευείτας καὶ πάντα Ἰσραήλ, τοῦ ποιῆσαι κατὰ τὸ ἡῆμα τοῦτο· καὶ ὤμοσαν.

καὶ ἀνέστη Ἔσρας ἀπὸ προσώπου οἴκου τοῦ θεοῦ, καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ἰωανὰν υἱοῦ Ἐλεισούβ, καὶ ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας.

καὶ παρήνεγκαν φωνὴν Ἰούδᾳ καὶ ἐν Ἰερουσαλήμ

Πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποι κίας.

Καὶ συνήχθησαν πάντες ἄνδρες Ἰούδα καὶ Βενιαμεὶν εἰς Ἰερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας, οὗτος μὴν ὁ ἔνατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισεν πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ θεοῦ, ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος.

καὶ [*](15 εναντιον] pr ιδου ημεις U+05D0?ᵐᵍ A | σου 1⁰] + ως η ημερα αυτη U+05D0* (ras U+05D0?) | U+05D0A πλημμελιαις U+05D0 | τουτω BU+05D0c.aA] τουτο U+05D0* X 1 προσηυξατο Bᵇ | Εσδρας U+05D0 (Bσδρ. ubique) | om ως 2⁰ U+05D0 (superscr U+05D0?) | προσηγορευσεν] εξηγορευσεν Bᵃᵇ ᵐᵍ U+05D0A | προσευχ.| pr και A | οικου] pr του U+05D0 | om απο Ισραηλ U+05D0* (hab απο Ισλ U+05D0c.ᵃᵐᵍ) 2 Ιεηλ] Ιεειηλ A | εκαθισαμεν] ελαβομεν U+05D0c.ᵃ (ras U+05D0c.b) 3 εκβαλλειν U+05D0* (ras λ 1⁰ U+05D0?) | γενομενα] γεννωμενα U+05D0c.ᵇ | ως 1⁰] εως U+05D0* (ως U+05D0?) | ως ο ν. γενηθητω] εν βουη κυ και των τρεμοντων εν εντολαις αυτου και ποιηθησεται κατα τον νομον του θυ ημων U+05D0c.a (ras U+05D0c.ᵇ) 4 αναστα BU+05D0*] αναστηθι U+05D0ᵃA | om οτι A 5 om τους αρχοντας U+05D0 | τους Λευειτας] ιερεις και Λευιτας U+05D0c.a⁽ᵐᵍᵍ⁾A | και 3°] pr και τους αρχοντας U+05D0 6 Ιωαναν] ras α 1° U+05D0c.ᵃ | Ελισουβ U+05D0A | ασυνθεσια] pr τη A | αποικεσιας A 7 Ιουδα] pr. εν U+05D0Α | Ιερουσαλημ] + πασιν τοις υιοις της αποικιας του συναχθηναι εις Ιλημ U+05D0c.a⁽ᵐᵍ sup) U+05D0 πας] pr και U+05D0 | ως η] ος αν U+05D0* (ως η U+05D0ᵃ vid) ως αν A | om των αρχοντων U+05D0* (superscr U+05D0c.ᵃ) | αποκιας B* (αποικ. Bᵃᵇ) 9 ανδρες] pr οι U+05D0 |μην] pr ο U+05D0Α | εκαθισεν] pr κ U+05D0c. a(ᵐᵍ) | om πας U+05D0 (superscr U+05D0?) | πλατια A | θορυβου] pr του A)

180
[*](Β) ἀνέστη Ἔσρας ὁ ἱερεὺς καὶ εἶπεν πρὸς αὐτούς Ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας, τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ἰσραήλ.

καὶ νῦν δότε αἴνεσιν τῷ θεῷ τῶν πατέρων ἡμῶν, καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων.

καὶ ἀπεκρίθησαν πᾶσα ἐκκλησία καὶ εἶπαν Μέγα τοῦτο τὸ ῥῆμά σου ἐφʼ ἡμᾶς ποιῆσαι.

ἀλλὰ ὁ λαὸς πολύς, καὶ ὁ τόπος χειμερινός, καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ.

στήτωσαν δὴ ἄρχοντες ἡμῶν· καὶ πᾶσιν τοῖς ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συναγαγῶν, καὶ μετʼ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταί, τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου.