Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀπὸ υἱῶν Σαλειμοὺθ υἱὸς Ἰωσεφειά, καὶ μετʼ αὐτοῦ ἑκατὸν ἐξήκοντα τὰ ἀρσενικά·

καὶ ἀπὸ υἱῶν Βαβεί, καὶ Ἀζαριὰ υἱὸς Βαβεί, καὶ μετʼ αὐτοῦ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά·

καὶ ἀπὸ υἱῶν Ἀστάδ, Ἰωνὰν υἱὸς Ἁκατάν, καὶ μετʼ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά·

καὶ ἀπὸ υἱῶν Ἀδανεικὰμ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἀλειφὰτ καὶ Εὐειὰ καὶ Σαμαιά, ἐξήκοντα τὰ ἀρσενικά·

καὶ ἀπὸ υἱῶν Βαγὸ Οὐθί καὶ μετʼ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά.

Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Εὐείμ, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς· καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσιν, καὶ ἀπὸ υἱῶν Λευεὶ οὐχ εὗρον ἐκεῖ.

καὶ ἀπέστειλα τῷ Ἐλεαζάρ, τῷ Ἀριήλ, τῷ Σαμαιὰ καὶ τῷ Ἀλωνὰμ καὶ τῷ Ἀρὲβ καὶ τῷ Ἐλναθὰμ καὶ τῷ Ναθὰν καὶ τῷ Ζαχαρίᾳ καὶ τῷ Μεσουὰμ ἄνδρας· καὶ τῷ Ἀρεὶβ καὶ τῷ Ἐαναθὰν συνιόντας.

καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντος ἐν ἀργυρίῳ τοῦ τόπου, καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τῶν Ἀθανεὶμ ἐν ἀργυρίῳ τόπου τοῦ ἐνέγκαι ἡμῖν ᾄδοντας εἰς οἶκον θεοῦ ἡμῶν.