Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ τὰ σκεύη οἴκου θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονοσὸρ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ἰερουσαλήμ, ἐπὶ τόπου ἐτέθη ἐν οἴκῳ τοῦ θεοῦ.

νῦν δώσετε, ἔπαρχοι πέραν τοῦ ποταμοῦ, Σαθαρβουζανὰ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσαχαῖοι ἐν πέρα ποταμοῦ, μακρὰν ὄντες ἐκεῖθεν·

ἄφετε τὸ ἔργον οἴκου τοῦ θεοῦ· καὶ πρεσβύτεροι τῶν Ἰουδαίων οἶκον τοῦ θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ.

καὶ ἀπʼ ἐμοῦ ἐτέθη γνώμη μή ποτέ τι ποιήσητε μετὰ πρεσβυτέρων τῶν Ἰουδαίων τοῦ οἰκοδομῆσαι οἶκον τοῦ θεοῦ ἐκεῖνον· καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις, τὸ μὴ καταργηθῆναι·