Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Τότε Γανθαναὶ ἔπαρχος πέραν τοῦ ποταμοῦ, Σαθαρβουζὰν καὶ οἱ σύνδουλοι αὐτοῦ, πρὸς ὃ ἀπέστειλεν Δαρεῖος ὁ βασιλεύς, οὕτως ἐπιμελῶς ἐποίησαν.

καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων οἰκοδομοῦσιν καὶ οἰ Λευεῖται ἐν προφητείᾳ Ἁγγαίου τοῦ προφήτου καὶ Ζαχαρίου υἱοῦ Ἀδώ· καὶ [*](3 εξηκοντα] + πλατὸς αυτου·] πηχαιων εξηκοντα· A 4 λιθινοι] κραταιοι A A 5 θεου 1⁰] pr του A | χρυσεα A | Ιερουσαλημ] + και εκοσμισεν (sic) εις| Βαβυ. λωνα· και δοθητω· και απελ|θατω· εις τον λαον τον εν λημ·) A | ετεθη] τεθη A 6 Σαθαρβουζανε A | εν περα] οι εν τω περαν A 7 αφετε] pr και νυν A | om οικου A | και] οι αφηγουμε|νοι των Ιουδαιων· και οι A 8 γνωμη ετεθη A | πρεσβυτερων] pr των A 9 om ελαιον A | ιερεων] pr των A | αιτη- σωσιν] ιτη sup ras B*vid 10 το ουρανου B* (του ουρ. B ᵃᵇ) | υιων] pr των A 11 om και 20 A | πληγησεται Bᵃᵇ (πληγησεσται B*)] παγη- σεται A 12 αυτου] εαυτου A | οικον θεου] τον οικον του θυ εκεινον A 13 Τανθαναι] Θαθθαναι A | Σαθαρβουζαναι A | εποιησαν επιμελως A 14 οικοδομουσιν] ωκοδομουσαν A vid | Λευιτ. A (item 16, 18, 2o) | προφητια A Αδδω A)

172
[*](Β) ᾠκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης θεοῦ Ἰσραὴλ καὶ ἀπὸ γνώμης Κύρου καὶ Δαρείου καὶ Ἀσταρθὰ βασιλέων Περσῶν.

καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Ἀδάρ, ὅς ἐστιν ἔτος ἕκτον τῇ βασιλείᾳ Δαρείου τοῦ βασιλέως.

καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας, ἐνκαίνια τοῦ οἴκου τοῦ θεοῦ ἐν εὐφροσύνῃ.