Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

διασάφησις ἐπιστολῆς ἧς ἀπέστειλεν Θανθανᾶς ἔπαρχος τοῦ πέραν καὶ Σαθαρβουζανὰ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσακκαῖοι ἐν τῷ πέραν τοῦ ποταμοῦ Δαρείῳ τῷ βασιλεῖ·

ῥῆσιν ἀπέστειλαν πρὸς αὐτόν, καὶ τάδε γέγραπται ἐν αὐτῷ Δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα.

γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐπορεύθημεν εἰς τὴν Ἰουδαίαν χώραν εἰς οἶκον τοῦ θεοῦ τοῦ μεγάλου, καὶ αὐτὸς οἰκοδομεῖται λίθοις ἐκλεκτοῖς, καὶ ξύλα ἐντίθεται ἐν τοῖς τοίχοις. καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν.

τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους, καὶ οὕτως εἴπαμεν [*](21 απο] pr οπως A 22 om ητε A | του B* (τουτου Bᵃb (superscr του 2°] A A) 23 Αρθασασθα A | Ρεουμ A | Σαμσαι A | αυτων] εαυτου A | om εν 1° A 24 om οικου A | του εν] το εν A | αργων BA | δευτερου ετους A | Δαρειου] pr της βασιλειας A V 1 Αδδω A | θεου] pr κυ A 2 οικο- δομησαι] οικοδομειν A 3 Θαθθαναι A | Σαθαρβουζαναι A | ειπον A | οικον] +τουτον A 4 ειποσαν] ειπον A 5 αιχμαλωσιαν A | Δαριω A | απηνεχθη A | του αυτου] τουτου A 6 επιστολη A | Θαθθαναις A | περαν 1⁰] +|του ποταμου A | Σαθαρβουζανης A | φαρσα|χαιοι A | εν] pr οι A 7 αυτω] αυτη A 8 τοχοις B* (τοιχοις B ᵃᵇ) | γιγνεται A | ταις χερσιν] om ταις A 9 ειπομεν A)

170
[*](Β) αὐτοῖς Τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὴν χορηγίαν ταύτην καὶ καταρτίσασθαι;