Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ τὰ σκεύη τοῦ θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονοσὸρ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ἰερουσαλὴμ καὶ ἀπήνεγκεν αὐτὰ εἰς ναὸν τοῦ βασιλέως, καὶ ἔδωκεν τῷ Βαγασὰρ τῷ θησαυροφύλακι τῷ ἐπὶ τοῦ θησαυροῦ,

καὶ εἶπεν αὐτῷ Πάντα τὰ σκεύη λάβε· πορεύου, θὲς αὐτὰ ἐν οἴκῳ τῷ ἐν Ἰερουσαλὴμ εἰς τὸν ἑαυτῶν τόπον.

τότε Σαρβαγὰρ ἐκεῖνος ᾖλθεν καὶ ἔδωκεν θεμελίους τοῦ οἴκου τοῦ θεοῦ τοῦ εἰς Ἰερουσαλήμ· καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη, καὶ οὐκ ἐτελέσθη.

καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, ἐπισκεπήτω ἐν οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος, ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐγένετο γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν Ἰερουσαλήμ· καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς.

Τότε Δαρεῖος ὁ βασιλεὺς ἔθηκεν γνώμην, καὶ ἐπεσκέψατο ἐν βιβλιοθήκαις ὅπου ἡ γάζα κεῖται ἐν Βαβυλῶνι.

καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει κεφαλὶς μία, καὶ τοῦτο γεγραμμένον ἐν αὐτῇ ὑπόμνημα

Ἐν ἔτει πρώτῳ Κύρου βασιλέως Κῦρος βασιλεὺς ἔθηκεν γνώμην περὶ οἴκου ἱεροῦ θεοῦ τοῦ ἐν Ἰερουσαλὴμ καὶ τόπου οὗ θυσιάζουσιν τὰ θυσιάσματα. [*](A) [*](9 του οικοδομησαι...καταρτισασθαι] τον οικον τουτον οικοδομη|σαι και την χορηγιαν (χορ. sup ras Aa) ταυτην καταρ|τισασθαι A 10 γράψαι] + σοι A 11 τουτο το] τοιουτο A | ημιν] αυτοις A | ωκοδομημενος A 12 απ A | Βαβυλωνος] + του Χαλδαιου A | ελυσεν τουτον] τ. κατελυσεν A 13 βασι- λευς] pr ο A | εθηκεν] εθετο A 14 του θεου] pr του οικου A | τα αργυρα και τα χρυσα] τα χρυσεα· και τα αργυρα A | και 4°] pr |εξηνεγκεν αυτα Κυρος ο βασι|λευς απο ναου του βασιλεωςl A | Bαγασαρ] Σασαβασσαρω A 15 πο- ρευου] pr και A | εαυτων τοπον] τοπον αυτων A 16 Σαρβαγαρ] Σασα- βασσαρʼ A | του εις] εν A | του νυν] om του A 17 Βαβυλως B* (Βαβυλω- νος Bᵃᵇ) | βασιλεως 2⁰] pr του A | εγενετο] ετε|θη A VΙ 1 βιβλιοθηκαις] pr ταις A 2 εν πολει] pr εν Α|μαθα A | τουτο] + ην A 3 πρωιου Β | βασιλευς] pr ο A | om ιερου A | θεου] pr του A | Ιερουσαλημ] |οικος οικοδο- μηθητω A | τοπου] τοπος A)

171
καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα,