Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ τὰ σκεύη τοῦ θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονοσὸρ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ἰερουσαλὴμ καὶ ἀπήνεγκεν αὐτὰ εἰς ναὸν τοῦ βασιλέως, καὶ ἔδωκεν τῷ Βαγασὰρ τῷ θησαυροφύλακι τῷ ἐπὶ τοῦ θησαυροῦ,

καὶ εἶπεν αὐτῷ Πάντα τὰ σκεύη λάβε· πορεύου, θὲς αὐτὰ ἐν οἴκῳ τῷ ἐν Ἰερουσαλὴμ εἰς τὸν ἑαυτῶν τόπον.

τότε Σαρβαγὰρ ἐκεῖνος ᾖλθεν καὶ ἔδωκεν θεμελίους τοῦ οἴκου τοῦ θεοῦ τοῦ εἰς Ἰερουσαλήμ· καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη, καὶ οὐκ ἐτελέσθη.

καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, ἐπισκεπήτω ἐν οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος, ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐγένετο γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν Ἰερουσαλήμ· καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς.