Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

τότε ὁ φορολόγος τοῦ Ἀρσαρθὰ βασιλέως ἀνέγνω ἐνώπιον Ῥαοὺμ καὶ Σαμεσὰ γραμματέως συνδούλων αὐτῶν· καὶ ἐπορεύθησαν ἐν σπουδῇ εἰς Ἰερουσαλὴμ καὶ ἐν Ἰούδᾳ, καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει.

τότε ἤργησεν τὸ ἔργον οἴκου τοῦ θεοῦ τοῦ ἐν Ἰερουσαλήμ, καὶ ἦν ἀργῶν ἕως ἔτους δευτέρου Δαρείου τοῦ βασιλέως Περσῶν.

Καὶ ἐπροφήτευσεν Ἁγγαῖος ὁ προφήτης καὶ Ζαχαρίας ὁ τοῦ Ἀδὼ προφητείαν ἐπὶ τοὺς Ἰουδαίους τοὺς ἐν Ἰούδᾳ καὶ Ἰερουσαλὴμ ἐν ὀνόματι θεοῦ Ἰσραὴλ ἐπʼ αὐτούς.

τότε ἀνέστησαν Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ υἱὸς Ἰωσεδὲκ καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ τὸν ἐν Ἰερουσαλήμ, καὶ μετʼ αὐτῶν οἱ προφῆται τοῦ θεοῦ βοηθοῦντες αὐτοῖς.

ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπ᾿ αὐτοὺς Θαναναὶ ἔπαρχος πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζανὰ καὶ οἱ σύνδουλοι αὐτῶν, καὶ τοῖα εἶπαν αὐτοῖς Τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι;

τότε ταῦτα εἴποσαν αὐτοῖς Τίνα ἐστὶν τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην; ⁵καὶ οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἐπὶ τὴν αἰχμάλωσιν Ἰούδα, καὶ οὐ κατήργησαν αὐτοὺς ἕως γνώμη τῷ Δαρείῳ ἀπενέχθη· καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τοῦ αὐτοῦ.

διασάφησις ἐπιστολῆς ἧς ἀπέστειλεν Θανθανᾶς ἔπαρχος τοῦ πέραν καὶ Σαθαρβουζανὰ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσακκαῖοι ἐν τῷ πέραν τοῦ ποταμοῦ Δαρείῳ τῷ βασιλεῖ·