Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμῖν ἰδεῖν· διὰ τοῦτο ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τῷ βασιλεῖ

ἵνα ἐπισκέψηται ἐν βιβλίῳ ὑπομνηματισμοῦ τῶν πατέρων σου, καὶ εὑρήσεις καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη πόλις ἀποστάτις, καὶ κακοποιοῦσα βασιλεῖς καὶ χώρας, καὶ φυγαδεῖα δούλων ἐν μέσῳ αὐτῆς ἀπὸ ἡμερῶν αἰῶνος· διὰ ταῦτα ἡ πόλις αὕτη ἠρημώθη.

γνωρίζομεν ἡμεῖς τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῇ, οὐκ ἔστιν σοι εἰρήνη.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ῥαοὺμ βαλγὰμ καὶ Σαμεαὶς γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν Σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ εἰρήνην, καί φασιν

Ὁ φορολόγος ὃν ἀπεστείλατε πρὸς ἡμᾶς ἐκλήθη ἔμπροσθεν ἐμοῦ.

καὶ παρʼ ἐμοῦ ἐτέθη γνώμη καὶ ἐπεσκεψάμεθα, καὶ εὕραμεν ὅτι ἡ πόλις ἐκείνη ἀφʼ ἡμερῶν αἰῶνος ἐπὶ βασιλεῖς ἐπαίρεται,καὶ ἀποστάσεις καὶ φυγαδεῖα γίνονται ἐν αὐτῇ·

καὶ βασιλεῖς ἰσχυροὶ γίνονται ἐπὶ Ἰερουσαλήμ, καὶ ἐπικρατοῦντες ὅλης τῆς ἐσπέρας τοῦ ποταμοῦ, καὶ φόροι πλήρεις καὶ μέρος δίδοται αὐτοῖς.

νῦν θέτε γνώμην καταργῆσαι τοὺς ἄνδρας ἐκείνους, καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται [*](A) [*](9 Δειναιοι...Αρχουοι] Διναιοι· Αφαρ|σαθαχαιοι· Ταρφαλλαιοι· Αφαρσαιοι) Αχυαιοι· A | Αρχουσι Β | Σουσαναχαιοι A | om οι εισιν A | Ηλαμαιοι] Δαυαιοι A 10 Ασενναφαρ] Ναφαρ A | Σομορων A 11 Αρσαρθα] Αρ|θα A | παιδες] pr οι A 12 Κυρου] σου A | εφ] προς A | Ιερουσαλημ] + πολιν Bab mg + την πολιν A | πονηραν] +ην A 13 ανοκοδομηθη A | καταρτισθω- σιν] καταρτισωσειν A 14 ημν] in η ras aliq B? 15 και κακοποιουσα] καικοποιουσα A* (pr και) Aᵃ?) | δουλων] +γιγνον|ται A | ημερων] χρονων A 16 γνωριζομεν] + ουν Bᵃᵇ (superscr) A | ημεις sup ras Bᵃᵇ 17 Ρεουμ᾿ βααλταμʼ· A | Σαμσαι A 19 φυγαδιαι A | γιγνονται (νον sup ras A¹) A 20 γιγνονται A 21 νυν] pr και A)

169
ἔτι ἀπὸ τῆς γνώμης.

πεφυλαγμένοι ἦτε ἄνεσιν ποιῆσαι [*](Β) περὶτούτου, μή ποτε πληθυνθῇ ἀφανισμὸς εἰς κακοποίησιν βασιλεῦσιν.

τότε ὁ φορολόγος τοῦ Ἀρσαρθὰ βασιλέως ἀνέγνω ἐνώπιον Ῥαοὺμ καὶ Σαμεσὰ γραμματέως συνδούλων αὐτῶν· καὶ ἐπορεύθησαν ἐν σπουδῇ εἰς Ἰερουσαλὴμ καὶ ἐν Ἰούδᾳ, καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει.

τότε ἤργησεν τὸ ἔργον οἴκου τοῦ θεοῦ τοῦ ἐν Ἰερουσαλήμ, καὶ ἦν ἀργῶν ἕως ἔτους δευτέρου Δαρείου τοῦ βασιλέως Περσῶν.

Καὶ ἐπροφήτευσεν Ἁγγαῖος ὁ προφήτης καὶ Ζαχαρίας ὁ τοῦ Ἀδὼ προφητείαν ἐπὶ τοὺς Ἰουδαίους τοὺς ἐν Ἰούδᾳ καὶ Ἰερουσαλὴμ ἐν ὀνόματι θεοῦ Ἰσραὴλ ἐπʼ αὐτούς.

τότε ἀνέστησαν Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ υἱὸς Ἰωσεδὲκ καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ τὸν ἐν Ἰερουσαλήμ, καὶ μετʼ αὐτῶν οἱ προφῆται τοῦ θεοῦ βοηθοῦντες αὐτοῖς.