Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ θεοῦ εἰς Ἰερουσαλήμ, ἐν μηνὶ τῷ δευτέρῳ, ἤρξατο Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς Ἰερουσαλήμ, καὶ ἔστησαν τοὺς Λευείτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τὰ ἔργα Κυρίου.

καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Καδμιὴλ καὶ οἱ υἱοὶ αὐτοῦ υἱοὶ Ἰούδα, ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ θεοῦ· υἱοὶ Ἡναάδ, υἱοὶ αὐτῶν καὶ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται.

καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου· καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξιν καὶ οἱ Λευεῖται υἱοὶ Ἀσὰφ τοῦ αἰνεῖν τὸν κύριον ἐπὶ χεῖρας Δαυεὶδ βασιλέως Ἰσραήλ.

καὶ ἀπεκρίθησαν ἐν αἴνῳ καὶ ἀνθομολογήσει τῷ κυρίῳ

  • Ὅτι ἀγαθόν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ Ἰσραήλ.
  • [*](A) [*](III 1 οι] ο A 2 ο Ιησους] om ο A | αυτου] +ιερεις· και| Ζοροβαβελ ο του Σαλαθιηλ και οι| αδελφοι αυτων A | Μωυσέως A 3 αυτου] + οτι εν κα- τα|πληξει επ αυτους απο των λαων| των γαιων A 4 ημερα 2⁰] + αυτου A 5 ολοκαυτωσεις] ολοκαυτωσις ut vid B¹? | εορτας] + κω A 7 Σηδαμειν] Σιδω- νιοις A | Σωρειν] Τυριοις A | ενεγκαι] pr και A 8 αδελφων] αυτων A | Λευιτ. A (bis; item 9, 10, 12) | τα εργα] pr τους ποιουντας A | Κυριου] pr θυ οικω A 9 εστης Avid (forte pro εστη ο) | Καδμιηλ] pr και A | υιοι 3⁰] pr οι A | Ηναδαδ A 10 Ασαφ] + εν κυμβαλοις Bᵃᵇ(ᵐᵍ)+ κυμβαλοις A 11 ανθωμολογησει B* (ανθομ. Bᵃ?ᵇ))
    167
    καὶ πᾶς ὁ λαὸς ἐσήμαινον φωνὴν μεγάλην αἰνεῖν τῷ κυρίῳ ἐπὶ [*](Β) θεμελιώσει οἴκου Κυρίου.

    καὶ πολλοὶ ἀπὸ τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ ἄρχοντες τῶν πατριῶν οἱ πρεσβύτεροι οἱ εἴδοσαν τὸν οἶκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ, καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν, ἔκλαιον φωνῇ μεγάλῃ, καὶ ὄχλος ἐν σημασίᾳ μετʼ εὐφροσύνης τοῦ ὑψῶσαι ᾠδήν.

    καὶ οὐκ ἦν λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τῆς εὐφροσύνης ἀπὸ τῆς φωνῆς τοῦ κλαυθμοῦ, ὅτι ὁ λαὸς ἐκραύγασεν φωνῇ μεγάλῃ, καὶ ἠκούετο ἕως ἀπὸ μακρόθεν.

    Καὶ ἤκουσαν οἱ θλίβοντες Ἰουδὰ καὶ Βενιαμὶν ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν οἶκον τῷ κυρίῳ θεῷ Ἰσραήλ·