Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀνήνεγκαν τοὺς ἄρχοντας Ἰούδα ἐπάνω τοῦ τείχους.

καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ὡσαιὰ καὶ ἤμισυ ἀρχόντων Ἰούδα,

καὶ Ζαχαρίας, Ἔσρας καὶ Μεσουλάμ,

Ἰουδὰ καὶ Βενιαμεὶν καὶ Σαραία καὶ Ἰερεμιά·

καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαρίας υἱὸς Ἰωανάν υἱὸς Σαμαιὰ υἱὸς Ναθανιὰ υἱὸς Μειχαιὰ υἱὸς Ζακχοὺρ υἱὸς Ἀσάφ,

καὶ ἀδελφοὶ αὐτοῦ Σαμαιὰ καὶ Ὀζειήλ, αἰνεῖν ἐν ᾠδαῖς Δαυεὶδ ἀνθρώπου τοῦ θεοῦ· καὶ Ἔσρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτοῦ.

ἐπὶ πύλης τοῦ αἰνεῖν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεων Δαυείδ, ἐν ἀναβάσει τοῦ τείχους, ἐπάνωθεν τοῦ οἴκου Δαυεὶδ καὶ ἕως πύλης τοῦ ὕδατος

Ἐφράιμ, καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ἁνανεὴλ καὶ ἕως πύλης τῆς προβατικῆς.

καὶ ἠκούσθησαν οἱ ἄδοντες, καὶ ἐπεσκέπησαν.