Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

υἱοὶ Φαρές, δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο.

καὶ υἱοὶ Ἀσάφ, τετρακόσιοι ἑβδομήκοντα δύο·

υἱοὶ Ἠρά, ἑπτακόσιοι ἑβδομήκοντα πέντε·

υἱοὶ Φαλαβμωάβ, τοῖς υἱοῖς Ἰησοῦε Ἰωβάβ, δισχίλιοι ὀκτακόσιοι δέκα δύο·

υἱοὶ Μαλάμ, χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες·

υἱοὶ Ζαθουά, ἐννακόσιοι τεσσεράκοντα πέντε·

υἱοὶ Ζακχού, ἑπτακόσιοι ἐξήκοντα·

υἱοὶ Βανού, ἑξακόσιοι τεσσεράκοντα δύο·

υἱοὶ Βαβεί, ἑξακόσιοι εἴκοσι τρεῖς·

υἱοὶ Ἀσγάδ, τρισχίλιοι διακόσιοι εἴκοσι δύο·

υἱοὶ Ἀδωνικάν, ἑξακόσιοι ἐξήκοντα ἕξ· 14υἱοὶ Βαογεί, δισχίλιοι πεντήκοντα ἕξ·

υἱοὶ Ἀδίν, τετρακόσιοι πεντήκοντα τέσσαρες·

υἱοὶ Ἀτὴρ τῷ Ἑζεκίᾳ, ἐνενήκοντα δύο·