Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἐκ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀποίκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ καὶ Ἰουδὰ ἀνὴρ εἰς πόλιν αὐτοῦ·

οἳ ἦλθον μετὰ Ζοροβαβέλ, Ἰησοῦς, Νεέμιος, Ἀραίας. Ῥεελειά, Μαραθχαῖος, Βασφάμ, Μαλσάρ, Βατουσί, Βαλλειά. ἀνδρῶν ἀριθμὸς Ἰσραήλ·

υἱοὶ Φαρές, δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο.

καὶ υἱοὶ Ἀσάφ, τετρακόσιοι ἑβδομήκοντα δύο·

υἱοὶ Ἠρά, ἑπτακόσιοι ἑβδομήκοντα πέντε·

υἱοὶ Φαλαβμωάβ, τοῖς υἱοῖς Ἰησοῦε Ἰωβάβ, δισχίλιοι ὀκτακόσιοι δέκα δύο·

υἱοὶ Μαλάμ, χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες·

υἱοὶ Ζαθουά, ἐννακόσιοι τεσσεράκοντα πέντε·

υἱοὶ Ζακχού, ἑπτακόσιοι ἐξήκοντα·

υἱοὶ Βανού, ἑξακόσιοι τεσσεράκοντα δύο·

υἱοὶ Βαβεί, ἑξακόσιοι εἴκοσι τρεῖς·