Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἐγένετο ἡνίκα ἤκουσεν Ἀναβαλλὰτ ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος, καὶ πονηρὸν αὐτῷ ἐφάνη, καὶ ὠργίσθη ἐπὶ πολύ, καὶ ἐξεγέλα ἐπὶ τοῖς Ἰουδαίοις.

καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ Αὕτη ἡ δύναμις Σομορών, ὅτι οἱ Ἰουδαῖοι οὗτοι οἰκοδομοῦσιν τὴν ἑαυτῶν πόλιν ;

καὶ Τωβίας ὁ Ἀμμανείτης ἐχόμενα αὐτοῦ ἦλθεν· καὶ εἶπαν πρὸς ἑαυτοὺς Μὴ θυσιάσουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν ; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν ;

ἄκουσον ὁ θεὸς ἡμῶν, ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν,

καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας.

καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν.

Καὶ ἐγένετο ὡς ἤκουσεν Σαναβαλλὰτ καὶ Τωβιὰ καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανεῖται ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἰερουσαλήμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα.

καὶ συνήχθησαν πάντες ἐπὶ τὸ αὐτὸ ἐλθεῖν παρατάξασθαι ἐν Ἰερουσαλήμ.

καὶ προσηυξάμεθα πρὸς τὸν θεὸν ἡμῶν, καὶ ἐστήσαμεν προφύλακας ἐπʼ αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν.

καὶ εἶπεν Ἰούδας Συνετρίβη ἡ ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὄχλος πολύς, καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει. ¹¹καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς Οὐ γνώσονται καὶ οὐκ ὄψονται ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον.

καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ἰουδαῖοι οἱ οἰκοῦντες ἐχόμενα αὐτῶν, καὶ εἵποσαν ἡμῖν Ἀναβαίνουσιν ἐκ πάντων τῶν τόπων ἐφʼ ἡμᾶς·