Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετʼ ἐμοῦ, καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ Ἰσραήλ, καὶ κτῆνος οὐκ ἔστιν μετʼ ἐμοῦ εἰ μὴ τὸ κτῆνος ᾧ ἐγὼ ἐπιβαίνω ἐπʼ αὐτῷ.

καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλὰ καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας· καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ἰερουσαλὴμ ὃ αὐτοὶ καθαιροῦσιν, καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί.

καὶ παρῆλθον ἐπὶ πύλην τοῦ Αἰνὰ καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως, καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου.

καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρους νυκτός, καὶ ἤμην συντρίβων ἐν τῷ τείχει· καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος, καὶ ἐπέστρεψα.

καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ· καὶ τοῖς Ἰουδαίοις καὶ τοῖς ἱερεῦσιν καὶ τοῖς ἐντίμοις καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσιν [*](U+05D0Α) [*](6 αυτου] +ινα τι καθησαι παρ εμοι U+05D0c.ᵃ (ras U+05D0c. ᵇ) | εως] pr και U+05D0* (1 U+05D0c.ᵃ) | πορεια] πορια U+05D0 παρου|σια A 7 om ει B* (hab Bᵃb [superscr] U+05D0Α δοτω μοι επιστολας U+05D0Α | εως] + ου U+05D0c.ᵃ (superscr) | Ιουδαν U+05D0A 8 λακα του παραδεισου] τον φυλασσοντα τας ημιονους του βασιλεως και τον πα, δεισον U+05D0c. ᵃ (ras U+05D0c. ᵇ) | μοι] μ sup ras A¹ | πυλας] + της βαρεως του οι U+05D0c.ᵃ(ras U+05D0c.ᵇ) π sup ras A¹ | οικον] pr τον U+05D0 | ον] pr εις U+05D0c.ᵃ (ras U+05D0c.ᵇ) | εις προς U+05D0c.a (superscr) | θεου] + μου U+05D0c.ᵃ (ras U+05D0c. ᵇ) 9 δυναμεως] pr της 10 Σα|ναβαλατ U+05D0 | Αρωνει] pr ο Bᵃᵇ Ανρωνει U+05D0vid ο Αρωνι A + και Τωβι) δουλος Αμμωνει Bᵃᵇᵐᵍ U+05D0 + και Τ. ο δ. ο Αμμωνι A 12 απη|γειλα B | κ διαν] pr την U+05D0 | εστιν] ην U+05D0c.ᵃ (ras U+05D0c.ᵇ) | μετ εμου (2⁰)] +αλλο U+05D0c.ᵃ | ω] 13 γωληλα] + νυκτος U+05D0c.ᵃ (ras U+05D0c.ᵇ) | προστομα BU+05D0A | πυρι] pr εν l 14 Αινα] Αιν A 15 χεμαρρου A | πυλη] pr τη U+05D0 16 τι 1°] U+05D0 | εντιμοις] + και τοις βασιλευσιν U+05D0* + και τοις στρατηγοις U+05D0c.aᵐᵍ sup A | και τοις καταλοιποις U+05D0* (hab U+05D0c.aᵐᵍ sup))

185
τὰ ἔργα ἔως τότε οὐκ ἀπήγγειλα.

καὶ εἶπα πρὸς αὐτοὺς Ὑμεῖς [*](B) βλέπετε τὴν πονηρίαν ἐν ᾗ ἐσμεν ἐν αὐτῇ, πῶς Ἰερουσαλὴμ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί· δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ἰερουσαλήμ, καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος.

καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ θεοῦ ἥ ἐστιν ἀγαθὴ ἐπʼ ἐμέ, καὶ πρὸς λόγους τοῦ βασιλέως σὓς εἶπέν μοι· καὶ εἶπα Ἀναστῶμεν καὶ οἰκοδομήσωμεν. καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς ἀγαθόν.

καὶ ἤκουσεν Σαναβαλλὰτ ὁ Ἁρωνεὶ καὶ Τωβιὰ ὁ δοῦλος Ἀμμωνεὶ καὶ Γῆσαμ ὁ Ἀραβεί, καὶ ἐξεγέλασαν ἡμᾶς, καὶ ἦλθον ἐφʼ ἡμᾶς καὶ εἶπαν Τί τὸ ῥῆμα τοῦτο ὑμεῖς ποιεῖτε ; ἢ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε ;

καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς Ὁ θεὸς τοῦ οὐρανοῦ, αὐτὸς εὐοδώσει ἡμᾶς, καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί, καὶ οἰκοδομήσωμεν· καὶ ὑμῖν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ἰερουσαλήμ.

Καὶ ἀνέστη Ἐλεισοὺβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς, καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν, ἕως πύργου Ἁνανεήλ.

καὶ ἐπὶ χεῖρας ἀνδρῶν υἱῶν Ἰερειχώ, καὶ ἐπὶ χεῖρας υἱῶν Ζαβαοὺρ υἱοῦ Ἀμαρεί.