Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ΛΟΓΟΙ Νεεμία υἱοῦ Χελκειά. Καὶ ἐγένετο ἐν μηνὶ Σεχεηλοὺ ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσὰν ἁβειρά·

καὶ ἦλθεν Ἁνανὶ εἷς ἀπὸ τῶν ἀδελφῶν μου, αὐτὸς καὶ ἄνδρες Ἰούδα, καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων οἳ κατελίπησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ Ἰερουσαλήμ.

καὶ εἴποσαν πρὸς μέ Οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ, ἐν πόλει, ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ, καὶ τείχη Ἰερουσαλὴμ καθῃρημένα, καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί.