Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ νῦν διαθώμεθα διαθήκην τῷ θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλῃ· ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος γενηθήτω.

ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ῥῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον.

καὶ ἀνέστη Ἔσρας καὶ ὥρκισεν τοὺς ἄρχοντας, τοὺς Λευείτας καὶ πάντα Ἰσραήλ, τοῦ ποιῆσαι κατὰ τὸ ἡῆμα τοῦτο· καὶ ὤμοσαν.

καὶ ἀνέστη Ἔσρας ἀπὸ προσώπου οἴκου τοῦ θεοῦ, καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ἰωανὰν υἱοῦ Ἐλεισούβ, καὶ ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας.

καὶ παρήνεγκαν φωνὴν Ἰούδᾳ καὶ ἐν Ἰερουσαλήμ

Πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποι κίας.

Καὶ συνήχθησαν πάντες ἄνδρες Ἰούδα καὶ Βενιαμεὶν εἰς Ἰερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας, οὗτος μὴν ὁ ἔνατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισεν πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ θεοῦ, ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος.

καὶ [*](15 εναντιον] pr ιδου ημεις U+05D0?ᵐᵍ A | σου 1⁰] + ως η ημερα αυτη U+05D0* (ras U+05D0?) | U+05D0A πλημμελιαις U+05D0 | τουτω BU+05D0c.aA] τουτο U+05D0* X 1 προσηυξατο Bᵇ | Εσδρας U+05D0 (Bσδρ. ubique) | om ως 2⁰ U+05D0 (superscr U+05D0?) | προσηγορευσεν] εξηγορευσεν Bᵃᵇ ᵐᵍ U+05D0A | προσευχ.| pr και A | οικου] pr του U+05D0 | om απο Ισραηλ U+05D0* (hab απο Ισλ U+05D0c.ᵃᵐᵍ) 2 Ιεηλ] Ιεειηλ A | εκαθισαμεν] ελαβομεν U+05D0c.ᵃ (ras U+05D0c.b) 3 εκβαλλειν U+05D0* (ras λ 1⁰ U+05D0?) | γενομενα] γεννωμενα U+05D0c.ᵇ | ως 1⁰] εως U+05D0* (ως U+05D0?) | ως ο ν. γενηθητω] εν βουη κυ και των τρεμοντων εν εντολαις αυτου και ποιηθησεται κατα τον νομον του θυ ημων U+05D0c.a (ras U+05D0c.ᵇ) 4 αναστα BU+05D0*] αναστηθι U+05D0ᵃA | om οτι A 5 om τους αρχοντας U+05D0 | τους Λευειτας] ιερεις και Λευιτας U+05D0c.a⁽ᵐᵍᵍ⁾A | και 3°] pr και τους αρχοντας U+05D0 6 Ιωαναν] ras α 1° U+05D0c.ᵃ | Ελισουβ U+05D0A | ασυνθεσια] pr τη A | αποικεσιας A 7 Ιουδα] pr. εν U+05D0Α | Ιερουσαλημ] + πασιν τοις υιοις της αποικιας του συναχθηναι εις Ιλημ U+05D0c.a⁽ᵐᵍ sup) U+05D0 πας] pr και U+05D0 | ως η] ος αν U+05D0* (ως η U+05D0ᵃ vid) ως αν A | om των αρχοντων U+05D0* (superscr U+05D0c.ᵃ) | αποκιας B* (αποικ. Bᵃᵇ) 9 ανδρες] pr οι U+05D0 |μην] pr ο U+05D0Α | εκαθισεν] pr κ U+05D0c. a(ᵐᵍ) | om πας U+05D0 (superscr U+05D0?) | πλατια A | θορυβου] pr του A)

180
[*](Β) ἀνέστη Ἔσρας ὁ ἱερεὺς καὶ εἶπεν πρὸς αὐτούς Ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας, τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ἰσραήλ.

καὶ νῦν δότε αἴνεσιν τῷ θεῷ τῶν πατέρων ἡμῶν, καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων.

καὶ ἀπεκρίθησαν πᾶσα ἐκκλησία καὶ εἶπαν Μέγα τοῦτο τὸ ῥῆμά σου ἐφʼ ἡμᾶς ποιῆσαι.

ἀλλὰ ὁ λαὸς πολύς, καὶ ὁ τόπος χειμερινός, καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ.

στήτωσαν δὴ ἄρχοντες ἡμῶν· καὶ πᾶσιν τοῖς ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συναγαγῶν, καὶ μετʼ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταί, τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου.

πλὴν Ἰωναθὰν υἱὸς Ἁσὴλ καὶ Λαζειὰ υἱὸς Ἑλκειὰ μετʼ ἐμοῦ περὶ τούτου, καὶ Μεσουλὰμ καὶ Σαβαθαὶ ὁ Λευείτης βοηθῶν αὐτοῖς.

καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας· καὶ διεστάλησαν Ἐσρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα.

καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου.

Καὶ εὑρέθη ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας· ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ, καὶ ἀδελφοὶ αὐτοῦ Μεεσσὴλ καὶ Ἐλιέζερ καὶ Ἰαρεὶμ καὶ Γαδαλειά·

καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν·

καὶ ἀπὸ υἱῶν Ἐμμήρ, Ἀνανεὶ καὶ Ζαβδειά·

καὶ ἀπὸ υἱῶν Ἡράμ, Μασαὴλ [*](U+05D0A) [*](10 εκαθισατε] ελαβετε U+05D0c.ᵃ (ras U+05D0c.ᵇ) | πλημμελιαν U+05D0A 11 τω θεω] pr κω U+05D0c.ᵃᵐᵍτω κω θω A |ημων] υμων U+05D0c.ᵃ 12 εκκλησια] pr η U+05D0Α | ειπαν] +φωνη U+05D0c.a ᵐᵍ 13 τοπος] καιρος U+05D0A 14 αρχοντες] pr οι A | ημων 1⁰] +τη παση εκκλησα U+05D0* (pr εν U+05D0c.ᵃ ras U+05D0c. ᵇ U+05D0c.ᵇ) A | πασιν (πασι U+05D0*) τοις εν] παντες οι εν ταις U+05D0c.a (ras U+05D0c.ᵇ) | ος εκαθισεν] οι λαβοντες U+05D0c.α (ras U+05D0c.ᵇ) | συναγωγων] συνταγων U+05D0c. a (vid) ᵐᵍ A | om θυμου A 15 Ασηλ Σαηλ U+05D0* Ασαηλ U+05D0?A || Λαζειας U+05D0ᵃ Ιαζιας A | Ελκεια] Θεκουε A | Μεσουλαμ| Μετασολλαμ A Σαβαθαι Καββαθαι A | Λευιτης U+05D0A 16 υιοι] pr οι A | διεσταλησαν] διεστιλεν U+05D0c.ᵃ (ras U+05D0c. ᵇ) | om και 3⁰ U+05D0* (hab κ U+05D0c. ᵇ(vid)) | om και ανδρες U+05D0c.a | αρχοντας U+05D0c. ᵃ | των σικων U+05D0* (τω οικω U+05D0? vid) A | και 4°] + ο U+05D0* (improb U+05D0?) | εν 1⁰] επ BU+05D0c. ᵃA | ημερα] + μια U+05D0A | δεκατου] δωδεκατου U+05D0c.ᵃ (δεκ. U+05D0c. ᵇ) 17—18 om εως ημερας. αλλοτριας A (hab U+05D0c.ᵇᵐᵍ) 17 μια A 18 ευρε- θησαν U+05D0c.aᵐᵍ A | υιων 1⁰] pr των U+05D0c. a ᵐᵍ | εκαθισαν] ελαβον U+05D0c.ᵃᵐᵍ | αδελφοι] ) pr οι U+05D0 | Μεεσσηλ] Μαασηα U+05D0 Μαασηια A | Ιαρειμ| Ιωρειμ U+05D0 Ιαριβ A | Γα- λα|δεια U+05D0 19 om του εξηνεγκαι.. πλημμ. αυτων U+05D0 (hab U+05D0c. ᵃ ᵐᵍᵍ) | αυτων 2⁰] εαυτων U+05D0c.ᵃᵐᵍA | πλημμελιας U+05D0c. ᵃ ᵐᵍA | πλημμελησεως] πλημμεληματος U+05D0c.ᵃᵐᵍ 20 Αμμηρ U+05D0* (Εμμηρ U+05D0?) | Ανα|νια A | Ζαβδια A 21 Μασαηλ] Μασειας A)

181
καὶ Ἐλειὰ καὶ Σαμαιὰ καὶ Ἰεὴλ καὶ Ὀζειά·

καὶ ἀπὸ υἱῶν [*](Β) Φασούρ, Ἐλιωνά, Μαασαιὰ καὶ Σαμαὴλ καὶ Ναθαναὴλ καὶ Ἰωζαβὰδ καὶ Ἠλασά·