Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν ἀλλογενῶν.

καὶ ἐφώνησαν πᾶν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ Οὕτως ὡς εἴρηκας ποιήσομεν.

ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύσομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν· καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς [*](A) [*](89 Ιεηλ A | των υιων] pr ο A | · Eσρα· B . Εζρα A | κυριον] +θν A | κατωκησαν] συνωκισαμεν A | γυναικας A | εκ] απο A 90 γενεσθω] η|γνεσθω A (sic) | πειθαρχουσιν A | του νομου] τω νομω A | του κυριον] om του A 92 των Λευειτων] om των A IX 1 Εδρας A | Ιωνα] Ιωαναν A | Νασειβου] Ελιασιβου A 2 αυλισθει B* (ς superscr B ᵃᵇ) | ετευσατο A | υπερ] επι A 3 πασιν A 4 αν] εαν A | απαντησωσιν A 6 συνεκαθισεν A 7 συνωκισατε A | γυναικας αλλογενεις A | προσθειναι] pr του A | αμαρτιας A 9 των αλλογενων] pr των γυναικων A 10 παν] | απαν A | ειπαν A 11 ωρα] pr η A | ισχυομεν A | om και ουχ ευρομεν A | ουκ εστιν ημιν A)

159
οὐδὲ δύο, ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις.

στήτωσαν δὲ οἱ [*](B) προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσιν γυναῖκας ἀλλογενεῖς (13)παραγενηθήτωσαν λαβόντες χρόνον·

ἑκάστου τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτάς, ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφʼ ἡμῶν τοῦ πράγματος τούτου.

Ἰνάθας Ἀζαήλου καὶ Ἑζείας Θοκάνου ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσόλλαμος καὶ Λευεὶς καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς.

καὶ ἐποί ησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας.

Καὶ ἐπελέξατο αὐτῷ Ἐσρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατʼ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα.

καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυναχθέντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός.

καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες

ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ τῶν ἀδελφῶν αὐτοῦ Μαεήλας καὶ Ἐλεάζαρος καὶ Ἰώριβος καὶ Ἰώδανος·

καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπέρ τῆς ἀγνοίας αὐτῶν·

καὶ ἐκ τῶν υἱῶν Ἐμήρ, Ἁνανίας καὶ Ζαβδαῖος καὶ Μάνης καὶ Θαμαῖος καὶ Ἰερεὴλ καὶ Ἀζαρίας·

καὶ ἐκ τῶν υἱῶν Φαισούρ, Ἐλιωναίς, Ἀσσείας, Ἰσμάηλος καὶ Ναθαναῆλος καὶ Ὠκαίληδος καὶ Σάλθας·

καὶ ἐκ τῶν Λευειτῶν, Ἰώζαβδος καὶ Σενσεὶς καὶ Κῶνος, οὗτος Καλειταίς, καὶ Παθαῖος· καὶ Ὠούδας καὶ Ἰωανᾶς,

ἐκ τῶν ἱεροψαλτῶν Ἐλιάσεβος, Βάκχουρος,

ἐκ τῶν θυρωρῶν Σάλλουμος καὶ Τολβάνης·

ἐκ τοῦ Ἰσραὴλ ἐκ τῶν υἱῶν Φορός, Ἰερμὰ καὶ Ἰεζείας καὶ Μελχείας καὶ Μίληλος καὶ Ἐλεάζαρος καὶ Ἁσεβείας καὶ Βανναίας·

ἐκ τῶν υἱῶν Ἠλά, καὶ Ματὰν καὶ Ζαχαρίας. Ἰεζόρικλος καὶ Ὠαβδεῖος καὶ Ἰερεμὼθ καὶ Ἀηδείας·

καὶ ἐκ τῶν υἱῶν Ζαμόθ, Ἐλιαδᾶς, Ἐλειάσειμος, Ὀθονίας, Ἰαρειμὼθ καὶ Σάβαθος [*](12 κατοικων A 13 εκαστου] και εκ. δε A | τας κιτας A | Κυριου] pr A του A 14 Εζειας] Εζεκιας A | Θωκανου A | λευις A 16 αυτω] εαυτω A | κατ ονομα παντας A | συνεκλεισθησαν] συνεκαθισαν A 17 επισυναχθεν- τας] επισυνεχοντας A | της νουμ.] του νουμ. A 19 om αυτου A | Μαθηλας A | Ιωαδανος A 20 αυτων 1⁰] εαυτων A 21 Εμμηρ A | Φαμαιος] Σαμαιος A 22 Φαισου A | Ελιωναις] pro Ε al lit coep B* Ελιωνας A | Ασσειας] Μασσιας A | om και Ναθαναηλος A | Ωκαιληδος] Ωκειδηλος A | Σαλθας] Σαλοας A 23 Σενσεις] Σεμεις A | Κωνος] Κω|λιος A | Καλειταις και (κε B) Παθαιος] εστιν Καλιτας· και Φαθαιος· A | Ιωνας A 24 Ελιασιβος A 25 θυρωρων A] θυ|γατερων Β | Σαι λουμος B*ᵇ] Σαλλουμου Bᵃ?c? 26 υιων] +υιων A | Ιερμας A | Ιεζειας] Ιεδδιας A | Μελχιας BᵇA | Μιληλος] Μαηλος A | Ασιβιας A 27 Ματαν] Ματθανιας A | om και 2⁰ A | Ιεζορικλος] Ιεζριηλος A | Ωαβδιος A | Αηδιας A 28 Ελιασιμος A | Ιαριμωθ A)

160
[*](Β) καὶ Ζεραλίας·