Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἑκάστου τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτάς, ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφʼ ἡμῶν τοῦ πράγματος τούτου.

Ἰνάθας Ἀζαήλου καὶ Ἑζείας Θοκάνου ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσόλλαμος καὶ Λευεὶς καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς.

καὶ ἐποί ησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας.

Καὶ ἐπελέξατο αὐτῷ Ἐσρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατʼ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα.

καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυναχθέντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός.

καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες

ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ τῶν ἀδελφῶν αὐτοῦ Μαεήλας καὶ Ἐλεάζαρος καὶ Ἰώριβος καὶ Ἰώδανος·

καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπέρ τῆς ἀγνοίας αὐτῶν·

καὶ ἐκ τῶν υἱῶν Ἐμήρ, Ἁνανίας καὶ Ζαβδαῖος καὶ Μάνης καὶ Θαμαῖος καὶ Ἰερεὴλ καὶ Ἀζαρίας·

καὶ ἐκ τῶν υἱῶν Φαισούρ, Ἐλιωναίς, Ἀσσείας, Ἰσμάηλος καὶ Ναθαναῆλος καὶ Ὠκαίληδος καὶ Σάλθας·

καὶ ἐκ τῶν Λευειτῶν, Ἰώζαβδος καὶ Σενσεὶς καὶ Κῶνος, οὗτος Καλειταίς, καὶ Παθαῖος· καὶ Ὠούδας καὶ Ἰωανᾶς,

ἐκ τῶν ἱεροψαλτῶν Ἐλιάσεβος, Βάκχουρος,