Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἶπα αὐτοῖς Καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ, καὶ τὰ σκεύη τὰ ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ, κυρίῳ τῶν πατέρων ἡμῶν.

ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ ἐν τοῖς παστοφορίοις τοῦ οἵκου τοῦ κυρίου ἡμῶν.

καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευεῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ἰερουσαλὴμ ἤνεγκαν εἰς τὸ ἱερὸν τοῦ κυρίου.

Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ τόπου Θερὰ τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς ἕως ἤλθοσαν εἰς Ἰερουσαλὴμ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐφʼ ἡμῖν· καὶ ἐρύσατο ἡμᾶς ἀπὸ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ· καὶ ἦλθον εἰς Ἰερουσαλήμ.

καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης, σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ Κυρίου Μαρμωθὶ Οὐρεία ἱερεῖ,

καὶ μετʼ αὐτοῦ Ἐλεαζὰρ ὁ τοῦ Φεινεές· καὶ ἦσαν μετʼ αὐτῶν Ἰωσαβεὲς Ἰησοῦς καὶ Μωὲθ Σαβάννου, οἱ Λευεῖται, πρὸς ἀριθμὸν καὶ ὁλκὴν πάντα· (65)καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῇ τῇ ὥρᾳ.

οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ θεῷ τοῦ Ἰσραὴλ Κυρίῳ ἐνενήκοντα ἕξ, (67)ἄρνας ἑβδομήκοντα ἕξ, τράγους ὑπὲρ σωτηρίου δέκα δύοἅπαντα [*](55 μεγιστανες] pr οι A 56 παρεδωκεν αυτοις (B ᵃᵇ: αυτους B*) Α στησας] στησας παρεδωκα αυτοις A | αργυριου ταλαντα A | πεντηκοντα] pr και A | αργυρεα A | om χρυσιου ταλαντων εκατον A  | χαλκα] χαλκαια A | χρηστου χαλκου A | σκευη 3°] pr χρυσοειδη A | δεκα] δωδεκα A 57 τω κυριω (10)] + ·κς A | τα αγια] om τα A | το χρυσιον και το αργυριον A 58 φυλασσετε (φυλασσεται A) εως] αι ε sup ras A | ηγουμενοις] ηγεμονοις A 60 τοπου] ποταμου A | δωδεκατη του] η τ sup ras A | om πρωτου A | ηλθοσαν] εισηλ|θομεν A | ερρυσατου A | εισοδου] + κς A | ηλθον] ηλθεν Β ηλθομεν A 61 σταθεν] pr τη δε ημερα τη τε|ταρτη A | Κυριου] του κυ ημων A | Μαρμαθι· A | Ουρια Bb Ουρι A 62 Φινεες A | Ιωσαβεες] Ιωσαβδος A | Ιησου A 63 ενενηκοντα...δεκα δυο] ταυρους δωδεκα υπερ παντος Ισλ·| κριους ενενηκοντα εξ· αρνας| εβδομηκοντα δυο· τραγουςl υπερ σωτηριου δωδεκα· A)

156
[*](Β) θυσίαν τῷ κυρίῳ.

καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν τοῦ κυρίου.

Καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες

Οὐκ ἐχώρισαν καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται (70)καὶ ἀλλογενῆ ἔθνη τῆς γῆς ἀκαθαρσίας αὐτῶν, Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων καὶ Μωαβειτῶν καὶ Αἰγυπτίων καὶ Ἰδουμαίων.

συνῴκισάν τινας τῶν θυγατερῶν αὐτῶν, καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν· καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς. καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.

καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα ἔρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα κατέτεινον τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος, καὶ ἐκάθισα σύννους καὶ περίλυπος.