Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ πάντα ὅσα ἂν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ θεοῦ σου·

καὶ κατὰ τὰ ἱερὰ σκεύη σου τὰ διδόμενα εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν Ἰερουσαλήμ. (19)καὶ τὰ λοιπὰ ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου

δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου.

καὶ ἐγὼ ἰδοὺ Ἀρταξέρξης ὁ βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἂν ἀποστείλῃ Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θεοῦ τοῦ ὑψίστου ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν,

ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατόν.

κατὰ τὸν τοῦ θεοῦ νόμον ἐπιτελεσθήτω τῷ θεῷ τῷ ὑψίστῳ, ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν.

καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου (25)μηδεμία φορολογία μηδὲ ἄλλη ἐπιβουλὴ γίνηται, μηδένα ἔχειν ἐξουσίαν ἐπιβαλεῖν τούτοις.

καὶ σύ, Ἔσρα, κατὰ τὴν σοφίαν τοῦ θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς, ὅπως δικάζωσιν ἐν ὅλη Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ θεοῦ σου· καὶ τοὺς μὴ ἐπισταμένους διδάξεις.

καὶ πάντες ὅσοι ἐὰν παραβαίνωσι καὶ τὸν νόμον τοῦ θεοῦ σου [*](A) [*](13 τω κυριω (1⁰)] + του Ισλ A | om τω κυριω (2⁰) A 13—15 εις Ιερουσαλημ....ωστε in mg et sup ras Aᵃ 13 κυριου] +θυ A | αυτων] διαιτων Aᵃ 14 om τε Aa 15 θυσιας] + τω κω A | κυριου] θῡ A 17 om κατα A | σου 1⁰] του κυ A | διδομενα] + οι A (σοι A¹) | αν] εαν A 18 βασιλικου] ιερου A 19 και εγω ιδου] καγω δε A | Αρταξερξης (Αρταρξ. Bᵃᵇ) ο βασιλευς] ο βασιλευς Αρταρξερξης A | γαζοφυλαξιν A | Φοινεικ. B* (Φοινικ. B ᵇ A: item 23) | αν] εαν A 20 εκατον 2⁰] + και αλλα εκ πληθους| πανια A 21 επιτελεσθητω] + επιμελως A | εις] επι A | υιων] +αυτου A 22 πασιν A | ιεροψαλταις] pr τοις A | τουτου A] του B | αλλη επιβουλη] αλλα βουλη A | γιγνηται A | μηδενα εχειν εξουσιαν] και εξουσιαν μηδενα εχειν A | επιβαλειν] +τι A 23 επισταμενους] + δε A 24 παραβαινουσιν A | om και 2° A)

153
καὶ τοῦ βασιλικοῦ ἐπιμελῶς κολασθήσονται, ἐάν τε καὶ θανάτῳ [*](Β) ἐάν τε καὶ τιμωρίᾳ, μὴ ἀργυρίῳ ζημίᾳ ἢ ἀπαγωγῇ.

εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν μου τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ἰερουσαλήμ.

καὶ ἐμέ ἐτίμησεν ἔναντι τῶν βασιλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ.

καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν Κυρίου θεοῦ μου, καὶ συνήγαγον ἐκ τοῦ Ἰσραὴλ ἄνδρας ὥστε συναναβῆναί μοι.

Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας, οἱ ἀναβάντες μετʼ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως.

ἐκ τῶν υἱῶν Φορός, Γαροσότομος· ἐκ τῶν υἱῶν Ἰεταμάρου, Γάμηλος· τῶν υἱῶν Δαυείδ,

Φαρές, Ζαχαρίας. καὶ μετʼ αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα·