Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ πολλοὶ διὰ σαλπίγγων, καὶ χαρὰ μεγάλῃ τῇ φωνῇ·

ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι.

Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων,

καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσιν τὸν ναὸν τῷ κυρίῳ θεῷ Ἰσραήλ.

καὶ προσελθόντες τῷ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς Συνοικοδομήσομεν ὑμῖν·

ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν, καὶ αὐτῷ ἐπιθύσομεν ἀπὸ ἡμερῶν Ἀσβακαφὰθ βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα.

καὶ εἶπεν αὐτοῖς Ζοροβαβὲλ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ἰσραήλ (⁷¹)Οὐχ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ θεῷ ἡμῶν·

ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ κυρίῳ τοῦ Ἰσραήλ, ἀκολούθως οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν.

τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῆ Ἰουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν,

καὶ βουλὰς καὶ δημαγογοῦντες καὶ συστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ [*](A) [*](56 κυριου 2⁰] θυ A | ωκοδομησαν A 57 υιοι] pr οι A 58 υμνον B* (υμνων BᵃᵇA) | ευλογουντες] ομολογουντες A | παντι] pr εν A 59 μεγαλην A | Κυριου] pr του A 60 ιερων A | εωρακοτες] οι προεωρ. A | προ του] προ τουτου Bᵃ? ᵇ (του 2⁰ superscr) A 61 χαρας A | τη φωνη] om τη A 62 μεγαλως] μεγαλωστι A | ωστε 2⁰] ωστα A 64 θω (sic) A 65 υμιν sup ras 5 ut vid litt Aᵃ? 66 επιθυομεν A | Ασβακαφαθ] Ασβασαρεθ A | εν- τευθα A 67 ειπαν A | υμιν] pr ημιl και A | θεω] pr τω A 70 βουλας] επιβουλας A | δημαγωγουντες] δημαγωγουντας Bᵃᵇ δημαγωγιας A | συστα- σεις] επισυστασις (sic) A | αποτελεσθηναι Βab (αποελ. Β*)] επιτελεσθηναι Α)

147
βασιλέως Κύρου· καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου [*](B) βασιλείας.

Ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας ἐπροφήτευσεν Ἁγγαῖος καὶ Ζαχαρίας ὁ τοῦ Ἐδδεὶν οἱ προφῆται ἐπὶ τοὺς Ἰουδαίους τοὺς ἐν τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλήμ, ἐπὶ τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραὴλ ἐπʼ αὐτούς.

τότε στὰς Ζροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ἰερουσαλήμ, (3)συνόντων τῶν προφητῶν τοῦ κυρίου βοηθούντων αὐτοῖς.

ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι· (4)καὶ εἶπεν αὐτοῖς

Τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταῦτα τελοῦντες;

καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενόμενοι ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ἰουδαίων,

καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς μέχρις οὗ ἀποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι.

Ἀντίγραφον ἐπιστολῆς ἧς ἔγραψεν Δαρείῳ καὶ ἀπέστειλαν Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουρζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες Βασιλεῖ Δαρείῳ χαίρειν.

πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων ἐν Ἰερουσαλὴμ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ κυρίῳ μέγαν καινόν, (9)διὰ λίθων ξυστῶν πολυτελῶν, ξύλων τιθεμένων ἐν τοῖς οἴκοις,

καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γινόμενα, καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἐν πάση δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενα.

τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες Τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα ἐθεμελιοῦτε;