Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

υἱοὶ Ἰαείρου, υἱοὶ Δαισάν, υἱοὶ Νοεβά, υἱοὶ Χασεβά, υἱοὶ Καζηρά, υἱοὶ Ὀζείου, υἱοὶ Φινόε, υἱοὶ Ἀσαρά, υἱοὶ Βασθαί, υἱοὶ Ἀσσανά, υἱοὶ Μανεί, υἱοὶ Ναφεισεί, υἱοὶ Ἀκούφ, υἱοὶ Ἀχειβά, υἱοὶ Ἀσούρ, υἱοὶ Φαρακέμ, υἱοὶ Βασαλέμ,

υἱοὶ Δεδδά, υἱοὶ Βαχούς, υἱοὶ Σεράρ, υἱοὶ Θόμθει, υἱοὶ Νασεί, υἱοὶ Ἁτεφά·

υἱοὶ παίδων Σαλωμών, υἱοὶ Ἁσσαφείωθ, υἱοὶ Φαρειδά, υἱοὶ Ἰειηλεί, υἱοὶ Λοζών, υἱοὶ Ἰσδαήλ, υἱοὶ Σαφυεί,

υἱοὶ Ἁγιά, υἱοὶ Φακαρὲθ Σαβειή, υἱοὶ Σαρωθεί, υἱοὶ Μεισαιάς, υἱοὶ Γάς, υἱοὶ [*](20 Κιραμα A | Καββης] και Γαββης A 21 εκ 1⁰] seq lineola in A B* non inst Bᵇ | Βητολιω A | Νειφεις] pr υιοι Bᵃᵇ (superscr) υιοι Φινεις A 22 Καλαμωλαλου A | Ιερειχου Bᵃ Ιεριχου Bᵇ | διακοσιοι] τριακοσιοι A 23 Σαμα] Σαναας A | τρεισχιλιοι B (τρισχιλιοι B ᵇ) | εις] τριακοντα A 24 οι ιερε B* (cum ras in ο) ις superscr Bᵃᵇ | οι υιοι] om οι A | Εδδου A | om υιου A | Σαναβεις] Ανασειβ A | οκτακοσιοι] εννακοσιοι A | Ερμη- ρου] δμμηρουθ A | διακοσιοι] χιλιοι A 25 Φασσουρου A | χιλιοι] ante χ ras 1 lit A | διακοσιοι 2⁰] χιλιοι A 26 οι Λευειται] οι δε Λευιται A (post δε ras 1 lit A?) | Ιησουεις] Ιησουε A | Κοδοηλου] και Καδμι|- ηλου A 27 εικοσι] τεσσερακοντα A | εκατον] ε sup ras A ᵃ? 28 τετρα- κοσιοι Τωβεις] υιοι Σαλουμʼ· υιοι| Aταρʼ υιοι Τολμαν· υιοι Δακουβι·|υιοι Ατητα· υιοι Σαβει A | παντες] pr οι A 29 Τασειφα] Ασειφα A | Ταβωθ A | Σουσα A | Λαβανα] + υιοι Αγαβα Bᵃᵇ ᵐᵍ A 30 υιοι 1⁰] υι sup ras A¹ | Ακκαβα] Γαβα A | υιοι 5⁰] υ sup ras A¹ | Ανναν A | Κουα] Καθουα A | Κεδ. δουρ]| Γεδδουρ A 31 Ιαιρου A | Δεσαν A | Καζηρα] Γαζηρα A | Οζιου A | Ασανα A | Μανει Μαανι A (Μ sup ras A¹) | Ναφισι A | Ακουμ A | Αχιφα A | Φαρακειμ A | Βασαλεμ] Βααλωθ A 32 Δεδδα] Μεεδδα·| υιοι Κουθα (Κ, θ sup ras Aᵃ)· υιοι Χαρεα· A | Βαχους] Bαρχουε A | Θομει A (ε sup ras A ᵃ) | Νασιθ A 33 Ασαφφιωθʼ· A | Φαριδα A | Ιεηλι A | Σαφυθι A 34 Σαβειη] υιοι Σαβιη A | Σαρωθιε A | Μεισαιας] Μασιας )

144
[*](Β) Ἀδδούς, υἱοὶ Σουβάς, υἱοὶ Ἀφερρά, υἱοὶ Βαρωδείς, υἱοὶ Σαφάγ, υἱοὶ Ἀλλών·

πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμὼν τριακόσιοι ἑβδομήκοντα δύο,

οὗτοι ἀναβάντες ἀπὸ Θερμέλεθ καὶ Θελερσάς· ἡγούμενος αὐτῶν Χαρααθαλὰν καὶ Ἀλλάρ.

καὶ οὐκ ἠ ναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεάς, ὡς ἐκ τοῦ Ἰσραήλ εἰσιν· υἱοὶ Ἀσὰν τοῦ υἱοῦ τοῦ Βαενάν, υἱοὶ Νεκωδάν, ἑξακόσιοι πεντήκοντα δύο,

καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱεραωσύνης, καὶ οὐχ εὑρέθησαν· υρὶ Ὁββειά, υἱοὶ Ἀκβώς, υἱοὶ Ἰαδδοὺς τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, (39)καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ.

καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν.

καὶ εἶπεν αὐτοῖς Ναιμίας καὶ Ἀτθαρίας μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν.

Οἱ δὲ πάντες ἤσαν Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἕξήκοντα. (42)Παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· ψάλται καὶ ψαλτῳδοί, διακόσιοι τεσσεράκοντα πέντε.

κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, καὶ ἵπποι ἑπτακισχίλιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσεράκοντα πέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε.

Καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ θεοῦ τὸ ἐν Ἰερουσαλὴμ εδξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν,

καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν.

καὶ κατοικίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν Ἰερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς Ἰσραὴλ ἐν ταῖς κώμαις αὐτῶν.

Ἐνστάντος δέ τοῦ ἑβδόμου μηνός, καὶ ὄντων τῶν υἱῶν Ἰσραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον [*](A) [*](34 Αδδους] δ 1⁰ B?ᵐᵍvid | Σαφαγ] Σαφατ A | Aλλων] λδλων A 36 Θε- λερσας] Θελσας A | Χαρααθαλαν καί Αλλαρ] Χαρα· Αθαλαρʼ και Αλαρʼ· A 37 ως sup ras 3 litt Aᵃ | Ακαν] Δαλαν A | Bαεναν] Βαν A 38 εμποιου- μενοιl ras aliq in ι 1⁰ B? (forte εμπορ. B*) | Οββεια] Οβδια A | Ακβως] Ακκως A | Ιοδδους A | Φαηζελδαιου] Ζορ|ζελλεου A 39 om και 2⁰ A 40 Ναιμιας] N εεμιας A | αγιων] + αυτους A | εως] + ου A | αναστη] αν στη A | ιερευς] αρχιερευς A 41 om τριακοσιοι 1⁰. επτακισχ. A 42 κα- μηλοι] pr και A 43 παραγιγνεσθαι A | ηυξαντο A 45 om αυτου A | χωρα] κ 6up ras A | ιεροψαλται] λ sup ras Aᵃ 46 εσταντος BA* εστ. Bᵇ (ἐνστ. A¹))

145
τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῆ ἀνατολῇ.

καὶ καταστὰς [*](Β) Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ θεοῦ Ἰσραήλ,

προσενέγκαι ἐπʼ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ θεοῦ διηγορευμένοις.

καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς καὶ κατωρθώθησαν ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν· ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς· κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς· καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα Κυρίῳ τὸ πρωινὸν καὶ τὸ δειλινόν.

καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτὴν ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθʼ ἡμέραν, ὡς προσῆκον ἦν·