Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἶπαν αὐτοῖς Ἀπαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων. Καὶ ἤρξατο ὁ πρῶτος ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου. (18)καὶ ἔφη οὕτως

Ἄνδρες, ῶς ὑπερισχύει ὁ οἶνος. πάντας τοὺς ἀνθρώπους τοὺς πιόντας αὐτὸν πλανᾷ τὴν διάνοιαν,

τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν, τὴν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου, τὴν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου·

καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην, καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα·

καὶ πάσας καρδίας ποιεῖ πλουσίας, καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην· καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν,

καὶ οὐ μέμνηται ὅταν πίνωσιν φιλιάζειν φίλοις καὶ ἀδελφοῖς, καὶ μετʼ οὐ πολὺ σ πῶνται μαχαιρας·

καὶ ὅταν ἀπὸ τοῦ οἴνου ἐγερθῶσιν, οὐ μέμνηται ἃ ἔπραξαν.

ὦ ἄνδρες. οὐχ ὑπερισχύει ὁ οἶνος ὅτι οὕτως ἀναγκάζει ποιεῖν; καὶ ἐσίγησεν οὕταως εἴπας.

Καὶ ἤρξατο ὁ δεύτερος λαλεῖν ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως

Ὦ ἄνδρες, οὐχ ὑπερι σχύουσιν οἱ ἄνθραωποι, τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς;

ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν, καὶ πᾶν ὃ ἐὰν εἴπῃ αὐτοῖς ἐνακούουσιν.

ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους.

φονεύουσιν καὶ φονεύονται, καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσιν, τῷ βασιλεῖ κομίζουσιν πάντα, καὶ ἐὰν προνομεύσαωσιν καὶ τὰ ἄλλα πάντα.

καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν ἀλλὰ γεωργοῦσιν τὴν γῆν, πάλιν ὅταν σπείρωσι, θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ.

καὶ αὐτὸς εἰ μόνος ἐστίν, ἐὰν [*](15 δηλουσουσιν A | αυτων] εαυτων A 17 πινοντας A | τη διανοια A A 18 την 5⁰] ras aliq in τ Β? 20 καρδιας] pr τας A | βασιλεια A (ι improb vid Aᵃ? ᵐᵍ) 21 φιλιαζειν] φιαλιζειν A | μαχαιρας] pr τας A 22 εγερ- θωσιν] γενηθωσιν A | ου] ουδε A | μεμνηται] μνηνται (sic) A | επραξεν A 23 om οτι A | ειπας] ειπων A IV 1 ειπας] ειπων A 2 θρωποι την γηι sup ras Bᵃ?ᵇ 3 βασιλευ A* (βασιλευς A¹) | κυριει B* (κυριυει BᵃᵇA) | αυτων 1⁰] παντων A | παν] πανια A | εαν] αν A | ενακουουσιν] ποιησουσιν A 4ποιουσιν] ποιήσουσιν A | πολεμους A* (πολεμιους A?) 5 εαν 2⁰] pr οσα A 6 σπειρωσιν A | αναφερουσιν (2⁰) A 7 ει B* (εις BᵃᵇA))

138
[*](B) εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· εἶπεν ἀφεῖναι, ἀφίουσιν·

εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν·

εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπεν φυτεῦσαι, φυτεύουσιν·

καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν. πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται, ἐσθίει καὶ πίνει καὶ καθεύδει.

αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτόν, καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ, οὐδὲ παρακούουσιν αὐτοῦ.

ὦ ἄνδρες, πῶς οὐχ ὑπερισχύει ὁ βασιλεὺς ὅτι οὕτως ἐπακουστός ἐστιν; καὶ ἐσίγησεν.