Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Βασιλεῖ Ἀρταξέρξῃ (17)κυρίῳ οἱ παῖδές σου Ῥάθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ οἱ ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ.

καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ ὅτι Ἰουδαῖοι [*](A) [*](6 om και 2⁰ A 7 καταστησαντες] κατασταντες A | αρχιφιλοι A* vid (αρ- χιφυλ. A?) 8 om εν 2⁰A | κτηνεσιν] pr και A | ως] ως ταις A* ᵛiᵈ ωσται A? 9 αγια] ιερα A | μετηγαγεν] μετηνεγ|κεν A | ειδωλιω αυτου] εαυτου ειδ. A 10 Μιθριδατῃ A (ατ sup ras Aᵃ) |γαζοφυλακι] αζ sup ras Aᵃ 11 Σαναβασ- σαρω (αναβ sup ras) Aᵃ | προστατη] pr τω A 12 σπονδεια 1⁰] σπονδια B* (-δεια Bᵃᵇ) | σπονδεια 2⁰ (-δια A)] pr και A | χρυσεαι A | βύ] δισχιλιαι τε- τρα|κοσιαι A 13 εκομισθη] διεκομισθη A 14 ανηνεχθη] η 1⁰ sup ras Aᵃ | Σαμαβασσαρου A | Ιεροσολυμα A 15 Αρταρξερξου A | αυτων] αυτω A | Μιθραδατης B*Aᵃ] Μιθριδ. Bᵃᵇ A*ᵛⁱᵈ | Ραθυμος και Βεελτεθμος] Ραθυος και Βα|ελτεθμος (ος και Βα sup ras) Aa | Σεμελλιος A | οικουντες] pr οι A οικο sup ras Aᵃ 16 Αρταρξερξη A | Σαμελλιος] Σεβελλιος A | οι 3­°] pr κραταιοι A 17 κυριω] +μου A | οτι] διοτι A | Ιουδαιοι] pr οι A)

135
ἀναβάντες παρʼ ὑμῶν πρὸς ἡμᾶς, ἐλθόντες εἰς Ἰερουσαλήμ, τὴν [*](Β) πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοῦσιν, τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσιν καὶ ναὸν ὑποβάλλονται.

ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσιν δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται· (20)καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο (21)ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις.

καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς τὰ γεγραμμένα περὶ τούτων, καὶ γνώσῃ ὅτι ἡ πόλις ἦν ἐκείνη ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα, (²³)καὶ οἱ Ἰουδαῖοι ἀποστάται καὶ πολιορκίας συνεσταμένοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι᾿ ἣν αἰτίαν ἡ πόλις αὕτη ἠρημώθη.

νῦν οὖν ὑποδεικνύομέν σοι, κύριε βασιλεῦ, ὅτι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, ἔξοδός σοι οὐκέτι ἔσται εἰς κοί λην Συρίαν καὶ Φοινίκην.

τότε ἀντέγραψεν ὁ βασιλεὺς Ῥαθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτέθμῳ καὶ Σαμελλίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα

Ἀνέγνων τὴν ἐπιστολὴν ἣν πεπόμφατε πρὸς μέ. ἐπέταξα οὖν ἐπισκέψασθαι· καὶ εὑρέθη ὅτι ἐστὶν ἡ πόλις ἐκείνη ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα,

καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες, καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ἰερουσαλὴμ κυριεύοντες καὶ φορολογοῦντες κοίλην Συρίαν καὶ Φοινίκην.

νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν, καὶ προνοηθῆναι ὅπως μηθὲν παρὰ ταῦτα γένηται (29)καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι.

τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων ὁ Ῥάθυμος καὶ [*](17 πονηραν] pr την A | οικουσιν] οικοδομουσιν Ba (οικοδομους B ᵇ?) A A 18 επι B* (επει Bᵃᵇ) | υπερδειν B* (υπεριδειν B?) | το τοιουτο] om το A αν] εαν A | φανηται A 19 υπομνηματισμοις] υπομνημασιν A | αποστατις] απ sup ras Aa | συνεσταμενοι Bᵃᵇ (συνει. B*)] συνισταμενοι A | η πολις 2⁰] pr και A 20 υποδικνυμεν A | οτι] διοτι A | εξοδος] καθοδος A | ουκετι σοι A | Φοινεικ. B* (Φοινικ. Bᵇ: item 21, 23) 21 Bεελ- τεμωθ᾿ A | συντασσομενοις] ο 1⁰ sup ras Aᵃ | Σαμαρεια] pr τη A | om και Συρια A 22 επεταξα] επαταξα B*A* (επετ. B ᵃᵇA ᵃ?) | ηυρεθη A | αντιπαρατασσ.] ι sup ras Aᵃ 24 om ουν A | επεταξα BᵃᵇA] επαταξα B* | μηθεν] μηδεν A | εις το] επι τω A | ενοχλησοι] ενοχλισθαι A 25 Αρ- ταρξερξου A)

136
[*](B) Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι, ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ἰερουσαλὴμ μεθʼ ἵππου καὶ ὄχλου παρατάξεως, (³¹)ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας· καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ἰερουσαλὴμ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.

Καὶ βασιλεὺς Δαρεῖος ἐποίησεν δοχὴν μεγάλην πᾶσιν τοῖς ὑπʼ αὐτόν, καὶ πᾶσιν τοῖς οἰκογενέσιν αὐτοῦ, καὶ πᾶσιν τοῖς μεγιστᾶσιν τῆς Μηδείας καὶ τῆς Περσίδος,

καὶ πᾶσιν τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπʼ αὐτὸν ἀπὸ τῆς Ἰνδικῆς μέχρι Αἰθιοπίας ἐν ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις.

καὶ ἐφάγοσαν καὶ ἐπίοσαν, καὶ ἐμπλησθέντες ἀνέλυσαν· ὁ δὲ Δαρεῖος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα καὶ ἐκοιμήθη, καὶ ἔξυπνος ἐγένετο.

τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες, οἱ φυλάσσοντες τὸ σῶμα τοῦ βασιλέως, εἶπαν ἕτερος πρὸς τὸν ἕτερον

Εἴπωμεν ἕκαστος ἡμῶν ἕνα λόγον ὃς ὑπερισχύσει· καὶ οὗ ἂν φανῇ τὸ ῥῆμα αὐτοῦ σοφώτερον τοῦ ἑτέ. ρου, δώσει αὐτῷ Δαρεῖος ὁ βασιλεὺς δωρεὰς μεγάλας καὶ ἐπινίκια μεγάλα,