Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Βασιλεῖ Ἀρταξέρξῃ (17)κυρίῳ οἱ παῖδές σου Ῥάθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ οἱ ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ.

καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ ὅτι Ἰουδαῖοι [*](A) [*](6 om και 2⁰ A 7 καταστησαντες] κατασταντες A | αρχιφιλοι A* vid (αρ- χιφυλ. A?) 8 om εν 2⁰A | κτηνεσιν] pr και A | ως] ως ταις A* ᵛiᵈ ωσται A? 9 αγια] ιερα A | μετηγαγεν] μετηνεγ|κεν A | ειδωλιω αυτου] εαυτου ειδ. A 10 Μιθριδατῃ A (ατ sup ras Aᵃ) |γαζοφυλακι] αζ sup ras Aᵃ 11 Σαναβασ- σαρω (αναβ sup ras) Aᵃ | προστατη] pr τω A 12 σπονδεια 1⁰] σπονδια B* (-δεια Bᵃᵇ) | σπονδεια 2⁰ (-δια A)] pr και A | χρυσεαι A | βύ] δισχιλιαι τε- τρα|κοσιαι A 13 εκομισθη] διεκομισθη A 14 ανηνεχθη] η 1⁰ sup ras Aᵃ | Σαμαβασσαρου A | Ιεροσολυμα A 15 Αρταρξερξου A | αυτων] αυτω A | Μιθραδατης B*Aᵃ] Μιθριδ. Bᵃᵇ A*ᵛⁱᵈ | Ραθυμος και Βεελτεθμος] Ραθυος και Βα|ελτεθμος (ος και Βα sup ras) Aa | Σεμελλιος A | οικουντες] pr οι A οικο sup ras Aᵃ 16 Αρταρξερξη A | Σαμελλιος] Σεβελλιος A | οι 3­°] pr κραταιοι A 17 κυριω] +μου A | οτι] διοτι A | Ιουδαιοι] pr οι A)

135
ἀναβάντες παρʼ ὑμῶν πρὸς ἡμᾶς, ἐλθόντες εἰς Ἰερουσαλήμ, τὴν [*](Β) πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοῦσιν, τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσιν καὶ ναὸν ὑποβάλλονται.

ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσιν δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται· (20)καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο (21)ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις.

καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς τὰ γεγραμμένα περὶ τούτων, καὶ γνώσῃ ὅτι ἡ πόλις ἦν ἐκείνη ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα, (²³)καὶ οἱ Ἰουδαῖοι ἀποστάται καὶ πολιορκίας συνεσταμένοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι᾿ ἣν αἰτίαν ἡ πόλις αὕτη ἠρημώθη.

νῦν οὖν ὑποδεικνύομέν σοι, κύριε βασιλεῦ, ὅτι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, ἔξοδός σοι οὐκέτι ἔσται εἰς κοί λην Συρίαν καὶ Φοινίκην.