Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Τότε ἀνήνεγκεν Σαλωμὼν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν ἀπέναντι τοῦ ναοῦ,

καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ, τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις καὶ ἐν τοῖς μησὶν καὶ ἐν ταῖς ἑορταῖς, τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ, ἐν τῆ ἑορτῇ τῶν ἀζύμων, ἐν τῆ ἑορτῇ τῶν ἑβδομάδων, ἐν τῇ ἑορτῇ τῶν σκηνῶν.

καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυεὶδ τὰς διαιρέσεις τῶν ἱερέων κατὰ τὰς λειτουργίας αὐτῶν· καὶ οἱ Λευεῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν τοῦ λειτουργεῖν καὶ αἰνεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ· καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πύλην καὶ πύλην, ὅτι οὕτως ἐντολαὶ Δαυεὶδ ἀν Βαρδοτοῦ θεοῦ.

οὐ παρῆλθον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ τῶν ἱερέων καὶ τῶν Λευειτῶν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς.

καὶ ἡτοιμάσθη πᾶσα ἡ ἐργασία ἀφʼ ἧς ἡμέρας ἐθεμελιώθη ἕως οὗ ἐτελείωσεν Σαλωμὼν τὸν οἶκον Κυρίου.

Τότε ᾧχετο Σαλωμὼν εἰς Γασίων Γάβερ καὶ εἰς τὴν Αἰλὰμ τὴν παραθαλασσίαν ἐν γῆ Ἰδουμαίᾳ.

καὶ ἀπέστειλεν Κειρὰμ ἐν χειρὶ παίδων αὐτοῦ πλοῖα καὶ παῖδας εἰδότας θάλασσαν, καὶ ᾧχετο μετὰ τῶν παίδων Σαλωμὼν εἰς Σωφείρα, καὶ ἔλαβεν ἐκεῖθεν τὰ τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου, καὶ ἥλθον πρὸς τὸν βασιλέα Σαλωμών.

Καὶ βασίλισσα Σαβὰ ἤκουσεν τὸ ὄνομα Σαλωμών, καὶ ἥλθεν τοῦ πειράσαι Σαλωμὼν ἐν αἰνίγμασιν εἰς Ἰερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα, καὶ κάμηλοι αρουσαι ἀρώματα καὶ χρυσίον εἰς πλῆθος καὶ [*](A) [*](8 εξωλοθρ. Bᵇ 9 ιδου] αυτοι A | οι δυνατοι] om οι A 10 προ- στατων] προσταγματῶ| A | βασιλεως] τω βασιλει A 11 η γυνη] om η A | αγιος] αγρος B 12 θυσιαστηριον] + κυ A 13 τρεις] τρίς·| A | εν 6° pr και A | εν 70] pr και A 14 Αευιται A | επι] κατα A | αινειν και λει- τουργειν A | εντολαι] εντολη A 15 hευιτων A 16 ητοιμασθη] ητοι- μασεν A | εθεμελιωθη] ετελιωθη (sic) A 17 γη Ιδ.] τη Ιδ. A 18 ωχετο] ωχοντο A | Σωφηρα A | ελαβον A | τα τετρακ.] om τα A)

75
λίθον τίμιον· καὶ ἦλθεν πρὸς Σαλωμὼν καὶ ἐλάλησεν πρὸς αὐτὸν [*](B) πάντα ὅσα ἐν τῇ ψυχῇ αὐτῆς.

καὶ ἀνήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς, καὶ οὐ παρῆλθεν λόγος ἀπὸ Σαλωμῶν, λόγος ὃν οὐκ ἀπήγγειλεν αὐτῇ.

καὶ εἶδεν βασίλισσα Σαβὰ τὴν σοφίαν Σαλωμὼν καὶ τὸν οἶκον ὃν οἰκοδόμησεν,

καὶ τὰ βρώματα τῶν τραπεζῶν καὶ καθέδραν παίδων αὐτοῦ, καὶ στάσιν λειτουργῶν αὐτοῦ καὶ ἱματισμὸν αὐτῶν καὶ οἰνοχόων αὐτοῦ, καὶ στολισμὸν αὐτῶν, καὶ τὰ ὁλοκαυτώματα ἃ ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο.

καὶ εἶπεν πρὸς τὸν βασιλέα Ἀληθινὸς ὁ λόγος ὁν ἤκουσα ἐν τῇ γῇ μου περὶ τῶν λόγων σου καὶ περὶ τῆς σοφίας σου.

καὶ οὐκ ἐπίστευσα τοῖς λόγοις ἕως οδ ὅλθον καὶ εἶδον οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ τοῦ πλήθους τῆς σοφίας σου· προσέθηκας ἐπὶ τὴν ἀκοὴν ἣν ἤκουσα.

μακάριοι οἱ ἄνδρες, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες σοι διὰ παντός, καὶ ἀκοῦουσιν σοφίαν σου.

ἔστω Κύριος ὁ θεός σου ηὐλογημένος ὅς ἠθέλησέν σοι τοῦ δοῦναί σε ἐπὶ θρόνον αὐτοῦ εἰς βασιλέα τῷ κυρίῳ θεῷ σου· ἐν τῷ ἀγαπῆσαι Κύριου τὸν θεόν σου τὸν Ἰσραὴλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα, καὶ ἔδωκέν σε ἐπʼ αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην.

καὶ ἔδωκεν τῷ βασιλεῖ ἑκατὸν εἶκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλῆθος πολὺ καὶ λίθον τίμιον· καὶ οὐκ ἦν κατὰ τὰ ἀρώματα ἐκεῖνα ἅ ἔδωκεν βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών.

καὶ οἱ παῖδες Σαλωμὼν καὶ οἱ παῖδες Κειρὰμ ἔφερον χρυσίον τῷ Σαλωμὼν ἐκ Σουφεὶρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον.

καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τῷ οἴκῳ Κυρίου καὶ τῷ οἴκῳ τοῦ βασιλέως, καὶ κιθάρας καὶ νάβλας τοῖς ᾠδοῖς, καὶ οὐκ ὥφθησαν τοιαῦτα ἔμπροσθεν ἐν γῇ Ἰούδα.

καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκεν τῇ βασιλίσσῃ Σαβὰ πάντα τὰ θελήματα αὐτῆς ἃ ἥτησεν, ἐκτὸς πάντων ὡν ἤνεγκεν τῷ βασιλεῖ Σαλωμςών· καὶ ἀπέστρεψεν εἰς τὴν γῆν αὐτῆς.