Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ πᾶσα προσευχὴ καὶ πᾶσα δέησις ἡ ἐὰν γένηται ἀνθρώπῳ καὶ παντὶ λαῷ σου Ἰσραήλ, ἐὰν γνῷ ἄνθρωπος τὴν ἁφὴν αὐτοῦ καὶ τὴν μαλακίαν αὐτοῦ, καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον,

καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἰάσῃ, καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ ὡς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι μόνος γινώσκεις τὴν καρδίαν υἱῶν ἀνθρώπαων·

ὅπως φοβῶνται πάσας ὁδοὺς σου πάσας τὰς ἡμέρας ἂς αὐτοὶ ζῶσιν ἐπὶ προσώπου τῆς γῆς ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.

καὶ πᾶς ἀλλότριος ὅς οὐκ ἐκ τοῦ λαοῦ Ἰσραήλ ἐστιν αὐτός, καὶ ἔλθῃ ἐκ γῆς μακρόθεν διὰ τὸ ὄνομά σου τὸ μέγα καὶ τὴν χεῖρά σου τὴν κραταιὰν καὶ τὸν βραχίονά σου τὸν ὑψηλόν, καὶ ἔλ. θωσιν καὶ προσεύξωνται εἰς τὸν τόπον τοῦτον,

καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ποιήσεις κατὰ πάντα ὅσα ἐὰν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς τὸ ὄνομά σου, καὶ τοῦ φοβεῖσθαί σε ὡς ὁ λαός σου Ἰσραήλ, καὶ τοῦ γνῶναι ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπὶ τὸν οἶκον τοῦτον ὃν οἰκοδόμησα.

ἐὸν δὲ ἐξέλθῃ ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ ἦ ἀποστελεῖς αὐτούς, καὶ προσεύξονται πρὸς σὲ κατὰ τὴν ὁδὸν τῆς πόλεως ταύτης ἣν ἐξελέξω ἐν αὐτῇ καὶ οἴκου οὗ οἰκοδόμηκα τῷ ὀνόματί σου,

καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς [*](A) [*](25 λαοῦ] pr του A 26 oτι] ι sup ras Aᵇ 27 ταις αμαρτιαις] των αμαρτιων A | των παιδων BᵃᵇA] ουτων π. B 28 om επι της γης (20) A 29 ανθρωπω] pr παντι A 30 μονος] μονωτατος A 31 φοβουνται A | ποσας 10] τας A | της γης] pr πασης A 32 λαοῦ] +σου A | τον βραχ.] om τον A | προσευξονται A 34 οικοδομηκα] νωκοδομησα A)

71
δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν, καὶ ποιήσεις τὸ δικαίωμα [*](B) αὐτῶν.

ὅτι ἁμαρτήσονταί σοι, ὅτι οὐκ ἔσται ἄνθρωπος ὀς οὐχ ἁμαρτήσεται, καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν, καὶ αἰχμαλωτεύσουσιν οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχθρῶν εἰς γῆν μακρὰν ἡ ἐγγύς,

καὶ ἐπιστρέψωσιν καρδίαν αὐτῶν ἐν τῇ γῆ αὐτῶν οὗ μετήχθησαν ἐκεῖ, καί γε ἐπιστρέψωσιν καὶ δεηθῶσίν σου ἐν τῇ αἰχμαλωσίᾳ αὐτῶν λέγοντες Ἰμάρτομεν, ἡδίκήσαμεν, ἠνομήσαμεν,

καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν γῇ αἰχμαλωτευσάντων αὐτούς, καὶ προσεύξονται ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν καὶ τῆς πόλεως ἧς ἐξελέξω καὶ τοῦ οἵκου οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,

καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν, καὶ ποιήσεις κρίματα καὶ ἵλεως ἔσῃ τῷ λαῷ τῷ ἁμαρτόντι σοι.

νῦν, Κύριε, ἔστωσαν δὴ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι καὶ τὰ ὦτά σου ἐπήκοα εἰς τὴν δέησιν τοῦ τόπου τούτου.

καὶ νῦν ἀνάστηθι, Κύριε ὁ θεός, εἰς τὴν κατάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τῆς ἰσχύος σου. ἱερεῖς σου, Κύριε ὁ θεός, ἐνδύσαιντο σαοτηρίαν, καὶ οἱ υἱοί σου εὐφρανθήτωσαν ἐν ἀγαθοῖς.

Κύριε ὁ θεός, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, μνήσθητι τὰ ἐλέη Δαυεὶδ τοῦ δούλου σου.

Καὶ ὡς συνετέλεσεν Σαλωμὼν προσευχόμενος, καὶ τὸ πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα Κυρίου ἔπλησεν τὸν οἶκον.

καὶ οὐκ ἡδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι ἔπλησεν δόξα Κυρίου τὸν οἶκον.