Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐγὼ οἰκοδόμηκα οἶκον τῷ ἀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς αἰῶνας.

καὶ ἐπέστρεψεσ ὁ βασιλεὺς τὸ πρόσααοπον αὐτοῦ καὶ εὐλόγησεσ τὴν πᾶσαν ἐκκλησίαν Ἰσραήλ, καὶ πᾶσα ἐκκλησία Ἰσραὴλ παρειστήκει.

καὶ εἶπεν Εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραήλ, ὁς ἐλά- λησευ ἑο στόματι αὐτοῦ πρὸς Δαυεὶδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων

Ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι ὄνομά μου ἐκεῖ, καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ·

καὶ ἐξελεξάμην ἐν Δαυεὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου Ἰσραήλ.

καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυεὶδ τοῦ πατρός μου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ.

καὶ εἶπεν Κύριος πρὸς Δαυεὶδ πατέρα μου Διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐγένετο ἐπὶ καρδίαο σου·

πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ὅτι ὁ υἱός σου ὸς ἐξελεύσεται ἐκ τῆς ὀσφύος σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.

καὶ ἀνέστησεν Κύριος τὸν λόγον τοῦτον ὃν ἐλάλησεν, καὶ ἐγενήθην ἀντὶ Δαυεὶδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ἰσραὴλ καθῶς ἐλάλησεν Κύριος, καὶ οἰκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ,

καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτὸν ἐν ἦ ἐκεῖ διαθήκη Κυρίου ἣν διέθετο τῷ Ἰσραήλ.

Καὶ ἔστη κατέναυτι τοῦ θυσιαστηρίου Κυρίου ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ·