Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιῷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ κυρίῳ· καὶ ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον [*](2 εξεκκλ. A; item 3 | πρεσβυτέρους] Ισλ A | πατριων] pr των A | Σιων A BᵇA 3 πᾶς] + ανηρ A 4 Αευιται A (item 5, 12) 5 και 1⁰] +ανηνεγκαν την κιβωτον· και A 6 και 1⁰] sign veluti apicem in α in- ferius prae se fort Bᵃ? | και οι ου] ουδε A 8 την κιβωτον] pr επι A 9 υπερειχον] περιειχον A 10 αυτους] αυτον A 12 Ασαφ] pr τω A | Ιδιθουν A | αυτου 2⁰] οὕτων A | κατεναντι] καταl ανατολας A | εικοσι] pr και A | ταις σαλπ.] om ταις A 13 υψωσαν] pr ως Bᵃᵇ (superscr) A | φωνην] την φωνη (sic) A)

68
[*](P)
  • Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόν·
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης Κυρίου·

    καὶ οὐκ ἡδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἐνέπλησεν δόξα Κυρίου τὸν οἶκον τοῦ θεοῦ.

    Τότη εἶπεν Σαλωμῶν Κύριος εἶπεν τοῦ κατασκηνῶσαι ἐν γνόφῳ.

    καὶ ἐγὼ οἰκοδόμηκα οἶκον τῷ ἀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς αἰῶνας.

    καὶ ἐπέστρεψεσ ὁ βασιλεὺς τὸ πρόσααοπον αὐτοῦ καὶ εὐλόγησεσ τὴν πᾶσαν ἐκκλησίαν Ἰσραήλ, καὶ πᾶσα ἐκκλησία Ἰσραὴλ παρειστήκει.

    καὶ εἶπεν Εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραήλ, ὁς ἐλά- λησευ ἑο στόματι αὐτοῦ πρὸς Δαυεὶδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων

    Ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι ὄνομά μου ἐκεῖ, καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ·

    καὶ ἐξελεξάμην ἐν Δαυεὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου Ἰσραήλ.

    καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυεὶδ τοῦ πατρός μου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ.

    καὶ εἶπεν Κύριος πρὸς Δαυεὶδ πατέρα μου Διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐγένετο ἐπὶ καρδίαο σου·

    πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ὅτι ὁ υἱός σου ὸς ἐξελεύσεται ἐκ τῆς ὀσφύος σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.

    καὶ ἀνέστησεν Κύριος τὸν λόγον τοῦτον ὃν ἐλάλησεν, καὶ ἐγενήθην ἀντὶ Δαυεὶδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ἰσραὴλ καθῶς ἐλάλησεν Κύριος, καὶ οἰκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ,

    καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτὸν ἐν ἦ ἐκεῖ διαθήκη Κυρίου ἣν διέθετο τῷ Ἰσραήλ.

    Καὶ ἔστη κατέναυτι τοῦ θυσιαστηρίου Κυρίου ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ·

    ὅτι ἐποίησεσ Σαλωμὼν βοάσιν χαλκῆν καὶ ἔθηκευ αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ, πέντε πηχῶν τὸ μῆκος αὐτῆς καὶ πέντε πήχεων τὸ εὗρος αὐτῆς καὶ τριῶν πήχεων τὸ ὕψος αὐτῆς· καὶ ἔστη [*](A) [*](13 εξομολογεισθαι A 14 V 1 1 της νεφελης...εν γνοφῳ sup ras pl littAᵃ | νεφελης] + δοξης κυ Aᵃ | δοξα] pr η Aᵃ V 1 1 κατασκηνωσαι] κατοι- κησαι A 2 ωκοδομηκα A | κατασκηνωσαι] κατοικησαι A. 3 εκκλησια pr η A 4 προς] πος A 6 και] +εξελεξαμην εν Ιλημ| γενεσθαι του ειναι το ονομα μου| εκει· και A | του] ωστε sup ras Aᵃ | τον λαον] του λαου A 8 πατερα] pr τον A | καλως] + εποιησας οτι Bᵃᵇ(ᵐᵍ) A | καρδιαν 2⁰] pr την Bᵃᵇ (superscr) A 10 τουτον] αυτου A | του πατρος] om του A | μου] σου Bc ωκοδομησα A 12 αυτου] εαυτου A 13 πηχων] πηχεων A)

    69
    ἐπ᾿ αὐτῆς, καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ, [*](B) καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν

    καὶ εἶπεν Κύριε ὁ θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὅμοιός σοι θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, φυλάσσαων τὴν διαθήκην καὶ τὸ ἥλεος τοῖς παισίν σου τοῖς πορευομένοις ἐναντίον σου ἐν ὅλῃ καρδᾳ.

    ἐφύλαξας τῷ παιδί σου Δαυεὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων, καὶ ἐλάλησας ἐν στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη.