Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἰσήνεγκεν Σαλωμὼν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη· ἔδωκεν εἰς θησαυρὸν Κυρίου.

[*](A)[*](9 θυρας] pr τας A | κατακεκαλκ. B (κατακεχαλκ. Bᵃᵇ) 11 πυρια A (item 21) | Σαλωμων τω βασιλει] ο βασιλευς Σαι. A 12 συγκαλυψαι Bᵃ?ᵇ A (item 13) | επι 2⁰] επανω A 13 γενη] pr δυο Bᵃᵇᵐᵍ A 16 ανα λημπτορας A 17 Σεχχωθ] pro χ 20 ω B* vid (χ B¹) Σοκχωθ A | Αναμε- σιρδαθαι] ανα μεσον]| Σαδαθα A 18 εξελειπεν A V 1 θησαυρον] + οικου A)
67

Τóτε ἐξεκλησίασεν Σαλωμὼν τοὺς πρεσβυτέρους καὶ πάντας [*](B) τοὺς ἄρχοντας τῶν φυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν Ἰσραὴλ εἰς Ἰερουσαλήμ, τοῦ ἀνενέγκαι κβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυείδ, αὕτη Σειών.

καὶ ἐξεκλησιάσθησαν πρὸς τὸν βασιλέα πᾶς Ἰσραὴλ ἐν τῇ ἑορτῇ, οὗτος ὁ μὴν ἔβδδομος.

καὶ ἦλθον πάντες οἱ πρεσβύτεροι Ἰσραήλ, καὶ ἔλαβον πάντες οἱ Λευεῖται τὴν κιβωτὸν

καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐυ τῇ σκηνῇ, καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται.

καὶ ὁ βασιλεὺς Σαλωμὼν καὶ πᾶσα συναγωγὴ Ἰσραὴλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες μόσχους καὶ πρόβατα, οἴ οὐκ ἀριθμηθήσονται καὶ οE οὐ λογισθήσονται ἀπὸ τοῦ πλήθους.

καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ δαβεὶρ τοῦ οἶκου, εἰς τὰ ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβείν.

καὶ ἦν τὰ χερουβεὶν διαπεπετακότα τὰς πτέρυγας αὐτῶυ ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ συνεκάλυπτεν τὰ χερουβεὶν τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορεῖς αὐτῆς ἐπάνωθεν,

καὶ ὑπερεῖχον οἱ ἀναφορεῖς, καὶ ἐβλέποντο αἱ κεφαλαὶ τῶν ἀναφορέων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβείρ, οὐκ ἐβλέποντο ἔξω· καὶ ἤσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.

οὐκ ἣν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες ἂς ἔθηκεν Μωυσῆς ἐν Κωρήβ, ἃ διέθετο Κύριος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

καὶ ἐγένετο ἐν τῷ ἐξελθεῖν τοὺς ἱερεῖς ἐκ τῶν ἁγίων, ὅτι πάντες οἱ ἱερεῖς οἱ εὑρεθέντες ἡγιάσθησαν· οὐκ ἤσαν διατεταγμένοι κατʼ ἐφημερίαν.

καὶ οἱ Λευεῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς Ἀσάφ, τῷ Αἱμάν, τῷ Ἰδειθοὺμ καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, τῶν ἐνδεδυμένων στολὰς βυσσίνας ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις, ἑστηκότες κατέναντι τοῦ θυσιαστηρίου, καὶ μετʼ αὐτῶν ἱερεῖς ἑκατὸν εἵκοσι σαλπίζοντες ταῖς σάλπιγξιν.

καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιῷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ κυρίῳ· καὶ ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον [*](2 εξεκκλ. A; item 3 | πρεσβυτέρους] Ισλ A | πατριων] pr των A | Σιων A BᵇA 3 πᾶς] + ανηρ A 4 Αευιται A (item 5, 12) 5 και 1⁰] +ανηνεγκαν την κιβωτον· και A 6 και 1⁰] sign veluti apicem in α in- ferius prae se fort Bᵃ? | και οι ου] ουδε A 8 την κιβωτον] pr επι A 9 υπερειχον] περιειχον A 10 αυτους] αυτον A 12 Ασαφ] pr τω A | Ιδιθουν A | αυτου 2⁰] οὕτων A | κατεναντι] καταl ανατολας A | εικοσι] pr και A | ταις σαλπ.] om ταις A 13 υψωσαν] pr ως Bᵃᵇ (superscr) A | φωνην] την φωνη (sic) A)

68
[*](P)
  • Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόν·
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης Κυρίου·

    καὶ οὐκ ἡδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἐνέπλησεν δόξα Κυρίου τὸν οἶκον τοῦ θεοῦ.