Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἐν τῷ περιχώρῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς, ἐν οἴκῳ Σεχχὼθ καὶ Ἀναμεσιρδάθαι.

καὶ ἐποίησεν Σαλωμὼν πάντα τὰ σκεύη ταῦτα εἰς πλῆθος σφόδρα, ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ τοῦ χαλκοῦ.

καὶ ἐποίησεν Σαλωμὼν πάντα τὰ σκεύη οἴκου Κυρίου, καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὰς τραπέζας, καὶ ἐπʼ αὐτῶν ἄρτοι προθέσεως,

καὶ τὰς λυχνίας καὶ τοὺς λύχνους τοῦ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον τοῦ δαβεὶρ χρυσίου καθαροῦ,

καὶ λαβίδες αὐτῶν καὶ οἱ λύχνοι αὐτῶν, καὶ τὰς φιάλας καὶ τὰς θυίσκας καὶ τὰ πυρεῖα χρυσίου καθαροῦ,

καὶ ἡ θύρα τοῦ οἴκου ἡ ἐσωτέρα εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς.¹καὶ συνετελέσθη πᾶσα ἡ ἐργασία ἣν ἐποίησεν Σαλωμῶν ἐν οἴκῳ Κυρίου.

καὶ εἰσήνεγκεν Σαλωμὼν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη· ἔδωκεν εἰς θησαυρὸν Κυρίου.

[*](A)[*](9 θυρας] pr τας A | κατακεκαλκ. B (κατακεχαλκ. Bᵃᵇ) 11 πυρια A (item 21) | Σαλωμων τω βασιλει] ο βασιλευς Σαι. A 12 συγκαλυψαι Bᵃ?ᵇ A (item 13) | επι 2⁰] επανω A 13 γενη] pr δυο Bᵃᵇᵐᵍ A 16 ανα λημπτορας A 17 Σεχχωθ] pro χ 20 ω B* vid (χ B¹) Σοκχωθ A | Αναμε- σιρδαθαι] ανα μεσον]| Σαδαθα A 18 εξελειπεν A V 1 θησαυρον] + οικου A)
67

Τóτε ἐξεκλησίασεν Σαλωμὼν τοὺς πρεσβυτέρους καὶ πάντας [*](B) τοὺς ἄρχοντας τῶν φυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν Ἰσραὴλ εἰς Ἰερουσαλήμ, τοῦ ἀνενέγκαι κβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυείδ, αὕτη Σειών.

καὶ ἐξεκλησιάσθησαν πρὸς τὸν βασιλέα πᾶς Ἰσραὴλ ἐν τῇ ἑορτῇ, οὗτος ὁ μὴν ἔβδδομος.

καὶ ἦλθον πάντες οἱ πρεσβύτεροι Ἰσραήλ, καὶ ἔλαβον πάντες οἱ Λευεῖται τὴν κιβωτὸν

καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐυ τῇ σκηνῇ, καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται.

καὶ ὁ βασιλεὺς Σαλωμὼν καὶ πᾶσα συναγωγὴ Ἰσραὴλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες μόσχους καὶ πρόβατα, οἴ οὐκ ἀριθμηθήσονται καὶ οE οὐ λογισθήσονται ἀπὸ τοῦ πλήθους.

καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ δαβεὶρ τοῦ οἶκου, εἰς τὰ ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβείν.

καὶ ἦν τὰ χερουβεὶν διαπεπετακότα τὰς πτέρυγας αὐτῶυ ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ συνεκάλυπτεν τὰ χερουβεὶν τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορεῖς αὐτῆς ἐπάνωθεν,

καὶ ὑπερεῖχον οἱ ἀναφορεῖς, καὶ ἐβλέποντο αἱ κεφαλαὶ τῶν ἀναφορέων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβείρ, οὐκ ἐβλέποντο ἔξω· καὶ ἤσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.

οὐκ ἣν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες ἂς ἔθηκεν Μωυσῆς ἐν Κωρήβ, ἃ διέθετο Κύριος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.