Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ᾠκοδόμησεν θυσιαστήρια ἐν οἴκῳ Κυρίου οὗ εἶπεν Κύριος Ἐν Ἰερουσαλὴμ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα.

καὶ ᾠκοδόμησεν θυσιαστήρια τῇ πάσῃ στρατείᾳ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου.

καὶ αὐτὸς διήγαγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν γέ βανὲ Ἐννόμ· καὶ ἐκληδονίζετο καὶ ἐφαρμακεύετο καὶ οἰωνίζετο, καὶ ἐποίησεν ἐνγαστριμύθους καὶ ἐπαοιδοὺς· ἐπλήθυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ παροργίσαι αὐτόν, καὶ ἔθηκεν τὸ γλυπτὸν τὸ χωνευτόν, εἰκόνα ἣν ἐποίησεν, ἐν οἴκῳ θεοῦ οὗ εἶπεν ὁ θεὸς πρὸς Δαυεὶδ καὶ Σαλωμὼν τὸν υἱὸν αὐτοῦ Ἐν τῷ οἴκῳ τούτῳ καὶ Ἰερουσαλήμ, ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ἰσραήλ, θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα.

καὶ οὐ προσθήσαω σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα ἃ ἐνετειλάμην αὐτοῖς κατὰ πάντα τὸν νόμον, τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωυσῆ.

καὶ ἐπλάνησεν Μανασσῆς τὸν Ἰούδαν καὶ τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ, τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπέρ πάντα τὰ ἔθνη ἃ ἐξῆρεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

καὶ ἐλάλησεν Κύριος ἐπὶ Μανασσὴ καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ οὐκ ἐπήκουσεν.

καὶ ἥγαγεν Κύριος ἐπʼ αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως βασιλέως Ἀσσούρ, καὶ [*](A) [*](33 αυτου 1⁰] εαυτου A | Μανασσης Aᵃ? (Μανασση A*) XXXIII 1 om Μανασσης A | om πεντε A 2 εναντιον] ενωπιον A | εξωλοθρ. Bᵇ 3 τοις Βααλειμ] ταις B. A | στρατια A (item 5) 5 τη παση] παση τη A 6 διηγαγεν] διηγεν A | γε βανε δννομ) γη) Bεεννομʼ· A | οιωνιζετο κ. εφαρμ. A | εγγαστριμ. Bᵇ | επληθυνεν] εποιησεν A 7 το χων.] pr και A | θεου] κὐ A | Σαλωμων] pr προς A | τον υιον] om τον A | θησω] σωθητω A 8 κριματα] +και δικαιωματα A 9 om Κυριος A | υιων] pr των A 10 επηκουσεν] επηκουσαν Bᵃᵇ? ηκουσαν A 11 αυτους] αυτον A | δυνα- μεως] δυναστειας A)

119
κατέλαβον τὸν Μανασσὴ ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ [*](B) ἤγαγον εἰς Βαβυλῶνα.