Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσὴ καὶ ἡ προσευχὴ αὐτοῦ πρὸς τὸν θεὸν καὶ λόγοι τῶν ὁρώντων λαλοῦντῶν πρὸς αὐτὸν ἐπʼ ὀνόματι θεοῦ Ἰσραήλ,

ἰδοὺ ἐπὶ λόγων ¹¹⁹προσ- ευχῆς αὐτοῦ, καὶ ἐπήκουσεν αὐτοῦ· καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ ἀποστάσεις αὐτοῦ, καὶ οἱ τόποι ἐφʼ οἷς ᾠκοδόμησεν τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτὰ πρὸ τοῦ ἐπιστρέψαι, ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντων.

καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ· καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀμὼς υἱὸς αὐτοῦ.

Ὥν εἴκοσι καὶ δύο ἐτῶν Ἀμὼς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ.