Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ οὕτως τοῖς πρεσβύταις τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσιν πρὸς αὐτὸν πυθέσθαι παρ αὐτοῦ τὸ τέρας ὃ ἐγένετο ἐπὶ τῆς γῆς, ἐγκατέλιπεν αὐτὸν Κύριος τοῦ πειράσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.

καὶ τὰ κατάλοιπα τῶν λόγων Ἐζεκίου καὶ τὸ ἔλεος αὐτοῦ, ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ Ἰσαίου υἱοῦ Ἀμὼς τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

καὶ [*](21 μετα αισ χ. προσ.] το| προσωπον μετα αισχυνης A | αυτου 1⁰] εαυτου A A | ηλθεν] εισηλθεν A | θεου] pr του A | αυτου 2⁰] εαυτου A | κατελαβον A*ᵛiᵈ (κατεβαλον Aᵇ) 22 om εν A | Aσσουρ] Aσσυριωl A | κυκλωθεν Ab (κυκλοθεν A*ᵛiᵈ) 23 υπερηρθη] υπηρθη A | μετα] pr και A (distinx ante μετα B ante και A) 24 εκειναις ηρ sup ras Aᵃ | αυτω 1⁰] αυτου BᵃᵇA 25 απεδωκεν] ανταπεδωκεν A | αλλα] αλλ A | Ἰουδαν A 26 αυτου] εαυτου A | θεου] κυ A 27 αυτω] εαυτω A 28 και 4°] +κωμας κ Bᵃᵇᵐᵍ+κωμας A 29 αυτω 1⁰] εαυτω A 30 Σειων] Σιων Bᵇ Γιων A | ευωδωθη Bᵃᵇ | πασιν A | αυτου] εαυτου A 31 πρεσβευταις BᵃᵇA | γης] και A | εγκα- τελειπεν A 32 καταλοιπα] λοιπα A | προφητια A)

118
[*](B) ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυείδ· καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰουδὰ καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ· και ἐβασίλευσεν Μανασσὴ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

---Ων δέκα δύο ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ πεντή- [*](XX) κοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον Κυρίου, ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν οὓς ἐξωλέθρευσεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.

καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλὰ ἃ κατέσπασεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἔστησεν στήλας τοῖς Βααλεὶμ καὶ ἐποίησεν ἄλση, καὶ προσεκύνησεν πάσῃ τῆ στρατείᾳ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς.

καὶ ᾠκοδόμησεν θυσιαστήρια ἐν οἴκῳ Κυρίου οὗ εἶπεν Κύριος Ἐν Ἰερουσαλὴμ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα.

καὶ ᾠκοδόμησεν θυσιαστήρια τῇ πάσῃ στρατείᾳ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου.

καὶ αὐτὸς διήγαγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν γέ βανὲ Ἐννόμ· καὶ ἐκληδονίζετο καὶ ἐφαρμακεύετο καὶ οἰωνίζετο, καὶ ἐποίησεν ἐνγαστριμύθους καὶ ἐπαοιδοὺς· ἐπλήθυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ παροργίσαι αὐτόν, καὶ ἔθηκεν τὸ γλυπτὸν τὸ χωνευτόν, εἰκόνα ἣν ἐποίησεν, ἐν οἴκῳ θεοῦ οὗ εἶπεν ὁ θεὸς πρὸς Δαυεὶδ καὶ Σαλωμὼν τὸν υἱὸν αὐτοῦ Ἐν τῷ οἴκῳ τούτῳ καὶ Ἰερουσαλήμ, ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ἰσραήλ, θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα.

καὶ οὐ προσθήσαω σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα ἃ ἐνετειλάμην αὐτοῖς κατὰ πάντα τὸν νόμον, τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωυσῆ.

καὶ ἐπλάνησεν Μανασσῆς τὸν Ἰούδαν καὶ τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ, τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπέρ πάντα τὰ ἔθνη ἃ ἐξῆρεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

καὶ ἐλάλησεν Κύριος ἐπὶ Μανασσὴ καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ οὐκ ἐπήκουσεν.

καὶ ἥγαγεν Κύριος ἐπʼ αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως βασιλέως Ἀσσούρ, καὶ [*](A) [*](33 αυτου 1⁰] εαυτου A | Μανασσης Aᵃ? (Μανασση A*) XXXIII 1 om Μανασσης A | om πεντε A 2 εναντιον] ενωπιον A | εξωλοθρ. Bᵇ 3 τοις Βααλειμ] ταις B. A | στρατια A (item 5) 5 τη παση] παση τη A 6 διηγαγεν] διηγεν A | γε βανε δννομ) γη) Bεεννομʼ· A | οιωνιζετο κ. εφαρμ. A | εγγαστριμ. Bᵇ | επληθυνεν] εποιησεν A 7 το χων.] pr και A | θεου] κὐ A | Σαλωμων] pr προς A | τον υιον] om τον A | θησω] σωθητω A 8 κριματα] +και δικαιωματα A 9 om Κυριος A | υιων] pr των A 10 επηκουσεν] επηκουσαν Bᵃᵇ? ηκουσαν A 11 αυτους] αυτον A | δυνα- μεως] δυναστειας A)

119
κατέλαβον τὸν Μανασσὴ ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ [*](B) ἤγαγον εἰς Βαβυλῶνα.

καὶ ὡς ἐθλίβη, ἐζήτησεν τὸ πρόσωπον τοῦ κυρίου θεοῦ αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου θεοῦ τῶν πατέρων αὐτοῦ·

καὶ προσηύξατο πρὸς αὐτόν, καὶ ἐπήκουσεν αὐτοῦ· καὶ ἐπήκουσεν τῆς βοῆς αὐτοῦ, καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἰερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ· καὶ ἔγνω Μανασσῆς ὅτι Κύριος αὐτός ἐστιν θεός.

Καὶ ᾠκοδόμησεν μετὰ ταῦτα τεῖχος ἔξω τῆς πόλεως Δαυεὶδ ἀπὸ λιβὸς κατὰ Γιὸν ἐν τῷ χειμάρρῳ καὶ ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν καὶ εἰς αὐτὸν Ὄπλα, καὶ ὕψωσεν σφόδρα· καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσιν ταῖς τειχήρεσιν ἐν Ἰούδα.

καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου, καὶ πάντα τὰ θυσιαστήρια ἂ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου καὶ ἐν Ἰερουσαλὴμ καὶ ἔξωθεν τῆς πόλεως.

καὶ κατώρθωσεν τὸ θυσιαστήριον Κυρίου, καὶ ἐθυσίασεν ἐπʼ αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως, καὶ εἶπεν τῷ Ἰούδα τοῦ δουλεύειν Κυρίῳ θεῷ Ἰσραήλ.

πλὴν ὁ λαὸς ἔτι ἐπὶ τῶν ὑψηλῶν· πλὴν Κύριος ὁ θεὸς αὐτῶν.

καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσὴ καὶ ἡ προσευχὴ αὐτοῦ πρὸς τὸν θεὸν καὶ λόγοι τῶν ὁρώντων λαλοῦντῶν πρὸς αὐτὸν ἐπʼ ὀνόματι θεοῦ Ἰσραήλ,