Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ συνήγαγεν τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος Κυρίου.

καὶ εἰσῆλθον οἱ ἱερεῖς ἕως εἰς τὸν οἶκον Κυρίου ἁγνίσαι, καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἵκῳ Κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου· καὶ ἐδέξαντο οἱ Λευεῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κεδρὼν ἔξω.

καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ τρίτῃ νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου ἁγνίσαι, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν Κυρίου, καὶ ἥγνισαν τὸν οἶκον Κυρίου ἐν ἡμέραις ὀκτώ, καὶ τῇ ἡμέρᾳ τῇ τρισκαιδεκάτῃ συνετέλεσαν τοῦ μηνὸς τοῦ πρώτου.

καὶ εἰσῆλθαν ἔσω πρὸς Ἐζεκίαν τὸν βασιλέα καὶ εἶπαν Ἡγνίσαμεν  πάντα τὰ ἐν οἵκῳ Κυρίου, τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ, καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς,

καὶ πάντα τὰ σκεύη ἃ ἐμίανεν Ἄχας ὁ βασιλεὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν· ἰδού ἐστιν ἐναντίου τοῦ θυσία- στηρίου Κυρίου.

Καὶ ὥρθρισεν Ἐζεκίας ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς ἄρχοντας τῆς πόλεως, καὶ ἀνέβη εἰς οἶκον Κυρίου.

καὶ ἀνήνεγκεν μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους [*](10 post διαθεσθαι ras pl lilt A (forte bis scr διαθ. A*) | om διαθηκην A μου A | αποστρεψει A | θυμου] του θῦμου (sic) A 11 διαλειπητε A | ηρετι- κεν] κς A 12 Μαεθ A | Μεραρι A | Ἀβδι A | Bλλη] Ιαλληλ A | Γεδ. σωνει απο] Γεδσων· Ιωα·| ο A | ουτοι υιοι] ο του A 13 Bλισαφᾶ| A | om και 2⁰ A | Ζαμβρει Σαμβρι A | Ειιηλ] Ιειηλ A | Ἄκα] Ἀσαφ A | Ἀζαρίας] Ζαχαρίας A | Μαθθανιας] Ματθανιας BᵃᵇA 14 om ων A | Σεμει A | Ιδιθουν A | Σαμειας A | Οζιηλ A 15 συνηγαγον BᵃᵇA | Κυριου] + καθα- ρισαι τον οικον κυ A 16 εις 1⁰] ι sup ras A | εξεβαλαν A 17 τριτη] πρωιη BᵃᵇA | εισηλθεν A | Κυριου 1⁰] pr του A | τρισκαιδεκατη] εκκαιδ. A | του μηνος του πρω|του συνετελεσαν· A 18 εισηλθον A | ηγνισαμεν A 19 εμιανεν Bᵇ (εμει. B*)] εμινεν A* (α superscr A¹) | Αχαζ A | αυτου 2⁰] εαυτου A)

110
[*](B)αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ἰσραήλ· καὶ εἶπεν τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν ἀυαβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου.