Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἔλαβεν Ἀχὰς τὰ ἐν οἴκῳ Κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκεν τῷ βασιλεῖ Ἀσσούρ· καὶ οὐκ εἰς βοήθειαν αὐτῶν,

ἀλλ ἡ τῷ θλιβῆναι αὐτόν. καὶ προσέθηκεν τοῦ ἀποστῆναι ἀπὸ Κυρίου, καὶ εἶπεν ὁ βασιλεύς

Ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν Fεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν [*](12 ανεστησαν] νε sup ras Aᵃ | Ουδεια] Ἀζαρίας A | Ἰωάνου] Ἰωαναν A | A Ζαχαριας] Βαραχιας A | Μοσολαμωθ ο 1°improb Ab | Αμασιας A | Κοαδ] Αδδι A 13 προθειναι A | οργη] + θυμου A 15 περιεβαλλον A | om και 7⁰ A | om και 10° A | Ιεριχω A | υπεστρεψαν A | Σαμαριαν A 16 Αχαζ A 17 ηχμαλωτευσᾶ| A 18 πεδεινης B | Βαιθσαμυς] + εν οικω κυ και τα εν οικω του βασιλεως και των αρχντων και εδωκεν τω βασιλει B (cf.21 ; om A) | την Αιλω] και την Αιλων A | Γαληρω] Γαδηρωθ A | αυτης 1­°] + και bαμνα· και τας κωμας αυτης· A | Γαλεζω] Ι αμαιζαι A 19 ὄι δια A | αποστασει] απεστασει A 20 Ραγλαθʼφαλναlσαρʼ· A | εθλιψαν] εθαψαν B επαταξεν BᵃᵇᵐᵍA 21 Αχαζ A | ουτων] αυτω· A 23 ειπεν A] ειπαν B | θεοι] pr οτι A)

108
[*](B) αὐτούς, αὐτοῖς τοίνυν θύσω καὶ ἀντιλήμψονπαί μου· καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραήλ.

καὶ ἀπέστησεν Ἀχὰζ τὰ σκεύη οἴκου Κυρίου καὶ κατέκοψεν αὐτά, καὶ ἔκλεισεν τὰς θύρας οἴκου Κυρίου, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ,

καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ἰούδᾳ ἐποίησεν ὑψηλὰ θυμιῶν θεοῖς ἀλλοτρίοις· καὶ παρώργισαν Κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν.

καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται, ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

καὶ ἐκοιμήθη Ἀχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραήλ· καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

καὶ Ἑζεκίας ἐβασίλενσεν εἵκασι καὶ πέντε ἐτῶν, καὶ εἵκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀββα θυγάτηρ Ζαχαριά.

καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.

καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ πρώτῳ μηνὶ ἀνέῳξεν τὰς θύρας οἴκου Κυρίου καὶ ἐπεσκεύασεν αὐτάς.

καὶ εἰσήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας, καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς ἀνατολάς,

καὶ εἶπεν αὐτοῖς Ἀκούσατε οἱ Λευεῖται· νῦν ἁγνίσθητε, καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου θεοῦ τῶν πατέρων ὑμῶν, καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων.

ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐγκατέλιπον αὐτόν, καὶ ἀπέστρεψαν τὸ πρόσωπον ἀπὸ τῆς σκηνῆς Κυρίου καὶ ἔδωκαν αὐχένα·

καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ, καὶ ἔσβεσαν τοὺς λύχνους, καὶ θυμίαμα οὐκ ἐθυμίασαν, καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ θεῷ Ἰσραήλ.

καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν Ἰούδαν καὶ τὴν Ἰερουσαλήμ, καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν.

καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, [*](A) [*](23 om αυτους A | παντι] πανια A 24 εαυτω] αυτω A | γωνια] + εν Ιλήμ Bᵃᵇ + Ιλημ A 25 Ιουδα· A | εποιησεν] εποιησαν A (αν sup ras Aᵃ) | θυμια Bᵇᵛⁱᵈ | τον θεον] om τον A | ουτων] εαυτων A 27 αυτου 1⁰] εαυτου A | δζεκειας A X X IX 1 εικοσι 1⁰] pr ων A | om και 4⁰ A | Αββα] sign v l prae se fert B?txt et ᵐᵍ Ἀββαθυθ A | Ζαχαριου A (seq ras 1 lit in A?) 2-6] και εποιησεν...σκηνης Κυριου rescr accentus hic illic adpinx Aᵇ 4 κλιτος] κ ras Aᵇ 5 των πατερων] om των Aᵇ (? A*) 6 εγκατελιπαν] inter λ et ι ras aliq (forte ε) B? εγκατελειπον A* ᵛⁱᵈ (ενκ. A⁰) | σκηνης] σκη ras Aᵇᵛⁱᵈ 7 om εν A 8 οργη] θυμω A | εκστασιν] +και εις αφανισμον A | συριγμον A 9 και 3⁰] κ sup ras Aa | ουχ A)

109
ὃ καὶ νῦν ἐστιν.

ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι [*](B) διαθήκην μου, διαθήκην Κυρίου θεοῦ Ἰσραήλ· καὶ ἀπέστρεψεν τὴν ὀργὴν θυμοῦ αὐτοῦ ἀφʼ ἡμῶν.

καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ἡρέτικεν στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουροῦντας καὶ θυμιῶντας.

Καὶ ἀνέστησαν οἱ Λευεῖται, Μαάθ ὁ τοῦ Μασὶ καὶ Ἰωήλ ὁ τοῦ Ζαχαρίου ἐκ τῶν υἱῶν Καάθ, καὶ ἐκ τῶν υἱῶν Μεραρεὶ Κεὶς ὁ τοῦ Ἀβδεὶ καὶ Ζαχαρίας ὁ τοῦ Ἕλλή, καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνεὶ ἀπὸ τοῦ Ζεμμὰθ καὶ Ἰώδαν, οὗτοι υἱοὶ Ἰωαχά,

καὶ τῶν υἱῶν Ἐλεισαφὰν καὶ Ζαμβρεὶ καὶ Εἰιήλ, καὶ τῶν υἱῶν Ἀσὰ Ἀζαρίας καὶ Μαθθανίας,