Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἦν Ὀζείας βασιλεὺς λεπρὸς ἕως ἡμέρας τῆς τελευτῆς αὐτοῦ, καὶ ἐν οἴκῳ ἁφφουσιὼν ἐκάθητο λεπρός, ὅτι ἀπεσχίσθη ἀπὸ οἵκου Κυρίου· καὶ Ἰωαθὰμ ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς βασιλείας αὐτοῦ κρίνων τὸν λαὸν τῆς γῆς.

καὶ οἱ λοιποὶ λόγοι οἱ πρῶτοι καὶ οἱ ἔσχατοι Οζείου γεγραμμένοι ὑπὸ Ἰεσσείου τοῦ προφήτου.

καὶ ἐκοιμήθη Ὀζείας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ πεδίῳ τῆς ταφῆς τῶν βασιλέων, ὅτι εἶπαν ὅτι Λεπρός ἐστιν· καὶ ἐβασίλευσεν Ἰωαθὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

Εἴκοσι πέντε ἐτῶν Ἰωαθὰμ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰερουσσὰ θυγάτηρ Σαδώρ.

καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ἃ ἐποίησεν Ὀζείας ὁ πατὴρ αὐτοῦ, ἀλλʼ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, καὶ ἔτι ὁ λαὸς κατεφθείρετο.

αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἵκου Κυρίου τὴν ὑψηλήν, καὶ ἐν τείχει αὐτοῦ Ὄπ λα ᾠκοδόμησεν πολλά· καὶ πόλεις ᾠκοδόμησεν

ἐν ὄρει Ἰούδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους.

αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ κατίσχυσεν ἐπʼ αὐτόν· καὶ ἐδίδουν αὐτῷ κατʼ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς Ἀμμὼν κατʼ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ.

καὶ κατίσχυσεν Ἰωαθάμ, ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτοῦ ἔναντι Κυρίου εοῦ αὐτοῦ.

καὶ οἱ λοιποὶ λόγοι Ἰωαθὰμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ, ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

καὶ ἐκοιμήθη Ἰωαθὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀχὰς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

[*](19 om και 4° A 21 βασιλευς] pr ο A | ημερας] pr της A | απφουσωθ A A | απεχισθη B*A* (απεσχ. BᵇA¹) 22 λογοι + Οζιου του βασιλεως (του βασ. Aᵃ(ᵐg) A | om Οζειου A | γεγραμμενοι] ιδου εισιν γεγρ. (sup ras et in mg) Aa | Ιεσσιου A 23 αυτου 1⁰] εαυτου A | της ταφης] pr μετα A | Ιωαθαμ Ἰωναθαν A | υιος] pr ο A X X VII 1 πεντε] pr και A | Ιερουσα A | Σαδωρ) Σαδωκ A 2 α] οσα A | οζιας A | κατεφειρετο A (κατεφθ. Aᵇ) 3 την υψη- λην] pr καιA | αυτου] του A | Οφλα A 5 εδιδου Bᵃᵇ | αυτω] + οι υιοι Ἀμμων A | βασιλευς] + υιω Aᵃ?⁽ᵐᵍ)ᵛiᵈ | τω δευτερω] om τω A 6 εναντι] εναντιον A 7 λοιποι λογοι Ιωαθαμ λογοι Ιωαθαμ οι λοιποι A | βιβλιων A | Ισραηλ] + (8) κ εικοσι και πεντε ετων·| ην βασιλευσας· και εξ και δεκα· ετη εβασιλευσεν εν Ιλημ| A 9 αυτου 1⁰] εαυτου A | εταφη] τα sup ras Aa | Αχαζ A)
106

Εἴκοσι ἐτῶν Ἀχὰς ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ δέκα ἔξ ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.

καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέως Ἰσραήλ· καὶ γὰρ γλυπτὰ ἐποίησεν ἐν τοῖς εἰδώλοις αὐτῶν·

ἔθυεν ἐν Γαιβενθὸμ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς καὶ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξωλέθρευσεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.

καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέων Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ἠχμαλώτευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλήν· καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέων Ἰσραὴλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἑαυτῷ πληγὴν μεγάλην.

καὶ ἀπέστειλεν Φάκεε ὁ τοῦ Ῥομελὰ βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν 'ἰσχύι, ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν.

καὶ ἀπέκτεινεν Ἐζεκρεὶ ὁ δυνατὸς τοῦ Ἐφράιμ τὸν Μαασαίαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Ἐγδρεικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Εἰλκανὰ τὸν διάδοχον τοῦ βασιλέως.

καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας υἱοὺς θυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν, καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν.

καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ κυρίου, Ὠδὴδ ὄνομα· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ὀργὴ Κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ἰουδά, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ· ἕως τῶν οὐρανῶν ἔφθακεν.