Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἔστησαν ἐπὶ Ὀζείαν τὸν βασιλέα καὶ εἶπαν αὐτῷ Οὐ σοί, Ὀζεία, θῦσαι Κυρίῳ, ἀλλ᾿ ἢ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρὼν τοῖς ἡγιασμένοις θῦσαι· ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου· καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου θεοῦ.

καὶ ἐθυμώθη Ὀζείας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιᾶσαι ἐν τῷ ναῷ· ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετῶπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου [*](A) [*](7 Μιναιους A 8 Μιναιοι A | Οζια A 9 Οζιας A (Οζι… ubique) | πυργον A | πυλην γωνιας] γωνιαν Bᵃᵇ ᵐᵍ 10 υπηρχον A | πεδεινη B (πεδινη BᵇA) | ορινη A | γεωργος] φιλογεωργος A 11 Αμασαιου] Μασ- σαιου A 13 επτακισχιλιοι] επτα χιλι|δες A | πεντακοσιοι] pr και A 14 ητοιμαζεν BᵇA | αυτους] αυτοις A 15 πωρρω B* (πορρω Bᵃᵇ) | βοη- θη|θηναι B 16 αυτου 2⁰] εαυτου A | θυμιαμασαι B (θυμιασαι Bᵃᵇ) 18 ειπον A | θυσαι bis| θυμιασαι A | Κυριω] pr τω A | υιοις] pr τοις A)

105
καὶ ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων.

καὶ ἐπέστρεψεν [*](B) ἐπʼ αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ· καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος.