Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἶπεν Μειχαίας Ζῆ Κύριος ὅτι ὁ ἐὰν εἴπῃ ὁ θεὸς πρὸς μέ, αὐτὸ λαλήσω.

καὶ ἦλθεν πρὸς τὸν βασιλέα· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Μειχαία, εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω ; καὶ εἶπεν Ἀνάβαινε, καὶ εὐοδώσεις· καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν.

καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Πσάκις ὁρκίζω σε ἴνα μὴ λαλήσῃς πρὸς μὲ πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου;

καὶ εἶπεν Εἶδον τὸν Ἰσραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα [*](A) [*](3 μου] σου A | σου 1⁰] μου A 5 Ραμμωθ A 6 επιζητησομεν] μεν sup ras A⁰ 7 Μιχ. A (item infra ubique) | Ιεμαας] Ιεμλα A 8 βα- σιλευς] + Ισλ A | Μιχ. Bᵇ (item 1B. 4. 23. 27) | Ιεμαα] Ιεμλα A 9 Σα. μοριας A 10 Καναανα A | om αν A 11 Ραμμωθ A 12 αγαθα 1⁰] α 3⁰ sup ras A¹ 14 ει πορευθω] εισπορευθω A | Ραμμωθ A 15 ορ- κισω A | λαλησεις A | εμε A | την αληθ.] om την A 16 διεσπαρμ. τον Ισλ A)

89
οἶς οὐκ ἔστιν ποιμήν· καὶ εἶπεν Κύριος Οὐκ ἔχουσιν ἡγούμενον, [*](Β) ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.

καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Οὐκ εἶπά σοι ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθὰ ἀλλ ἢ κακά;

καὶ εἶπεν Οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου. εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ.

καὶ εἶπεν Κύριος Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥαμὼθ Γαλαὰδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος εἶπεν οὕτως.

καὶ ἐξῆλθεν τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν Κύριος Ἐν τίνι;

καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδές ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν Ἀπατήσεις, δυνήσῃ· ἔξελθε καὶ ποίησον οὕτως.

καὶ νῦν ἰδοὺ ἔδωκεν Κύριος πνεῦμα ψευδές ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σέ κακά.

καὶ ἤγγισεν Σεδεκίας υἱὸς Χανὰαν καὶ ἐπάταξεν τὸν Μειχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ Ποίᾳ τῇ ὁδῷ πνεῦμα παρʼ ἐμοῦ πνεῦμα πρὸς σέ, πνεῖμα Κυρίου παρ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ;