Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἦν Ἰωσαφὰτ πορευόμενος μείζων ἕως εἰς ὕψος, καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ἰουδαίᾳ καὶ πόλεις ὀχυράς.

καὶ ἔργα πολλὰ ἐγένετο ἐν τῇ Ἰουδαία, καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ἰερουσαλήμ.

καὶ οὗτος ἀριθμὸς αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν· καὶ τῷ Ἰούδᾳ χιλίαρχοι. Ἐδνάας ὁ ἄρχων, καὶ μετʼ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες·

καὶ μετʼ αὐτὸν Ἰωανάν ὁ ἡγούμενος, καὶ μετʼ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες·

καὶ μετʼ αὐτὸν Μασαίας τοῦ Ζαρεὶ ὁ προθυμούμενος τῷ κυρίῳ, καὶ μετʼ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως.

καὶ ἐκ τοῦ Βενιαμεὶν δυνατὸς δυνάμεως καὶ Ἐλειδά, καὶ μετʼ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες·

καὶ μετʼ αὐτὸν Ἰωζαβάδ, καὶ μετʼ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου.

οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ, ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ἀχυροῖς ἐν πάσῃ τῇ Ἰουδαίᾳ.

Καὶ ἐγενήθη τῷ Ἰωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Ἀχαάβ.

καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Ἀχαὰβ εἰς Σαμάρειαν, καὶ ἔθυσεν αὐτῷ Ἀχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετʼ αὐτοῦ, καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετʼ αὐτοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδείτιδος.

καὶ εἶπεν [*](7 βασιλιας A | αυτου 2⁰] εαυτου A | Αβιαν] Ἀβδιαν A | Ζαχαριαν] pr τον A | A Ναθαναηλ] pr τον A | Μιχαιαν A 8 Λευιται A (bis) | Σαμουιας A | Μανθανιας] Ναθανιας A | Ζαβδιας A | Ιασιηλ A | Σεμιραμωθ A | Ρωβαδωνια (seq ras 1 lit forte ν) | οι μετ] prκαι A | Ελισαμα A | Ιωραμ A 9 βιβλος A 10 κυκλω] pr ταις A 11 επτακοσ.] +τραγους επτακισχιλιους επτακοσιους A 13 εγενετο] + αυτω A | δυνατοι πολεμισται A 16 Μασαιιας A | του Ζαρει] ο του Ζαχρι A 17 om και 2⁰ A | Eλιαδα A 18 om εκατον A 10 οι λειτ.) om οι A | δεδωκεν A X VIII '2 Σαμαριαν A | Ραμμωθ A (item 3) | Γαλααδiτιδος A (item 3))

88
[*](B) Ἀχαὰβ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα Πορεύσῃ μετʼ ἐμοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδείτιδος; καὶ εἶπεν αὐτῷ Ὡς ἐγώ, οὕτως καὶ σύ· ὡς ὁ λαός μου, καὶ ὁ λαός σου μετὰ σοῦ εἰς πόλεμον.

καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραήλ Ζήτησον δὴ σήμερον τὸν κύριον.

καὶ συνήγαγεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς Εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω ; καὶ εἶπαν Ἀνάβαινε, καὶ δώσει ὁ θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως.

καὶ εἶπεν Ἰωσαφάτ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρʼ αὐτοῦ;