Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ τὴν Μααχὰ τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν, καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρᾳφ Κεδρών.

πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν, ἔτι ὑπῆρχεν ἐν τῷ Ἰσραήλ· ἀλλ ἡ καρδία Ἀσὰ ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ.

καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου Κυρίου τοῦ θεοῦ, ἀργύριον καὶ χρυσίον καὶ σκεύη.

καὶ πόλεμος οὐκ ἦν μετʼ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ἀσά.

Καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ἀσὰ ἀνέβη Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησεν τὴν Ῥαμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.

καὶ ἔλαβεν Ἀσὰ χρυσίον καὶ ἀργύριον ἐκ θησαυρῶν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν τοῦ Ἁδὲρ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων

Διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τοῦ πατρὸς μοῦ καὶ ἀνὰ μέσον τοῦ πατρὸς σοῦ· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον, δεῦρο καὶ διασκέδασον ἀπʼ ἐμοῦ τὸν Βαασὰ βασιλέα Ἰσραήλ, καὶ ἀπελθέτω ἀπʼ ἐμοῦ.

καὶ ἤκουσεν υἱὸς Ἁδὲρ τοῦ βασιλέως Ἀσά, καὶ ἀπέστειλεν πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ἰσραήλ, καὶ ἐπάταξεν τὴν Ἰὼ καὶ τὴν Δανὼ καὶ τὴν Ἀβελμὰν καὶ πάσας τὰς περιχώρους Νεφθαλεί.

καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασά, ἀπέλιπεν τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ῥαμὰ καὶ κατέπαυσεν τὸ ἔργον αὐτοῦ.

καὶ Ἀσὰ ὁ βασιλεὺς ἔλαβεν πάντα τὸν Ἰουδά, καὶ ἔλαβεν τοὺς λίθους τῆς Ῥαμὰ καὶ τὰ ξύλα [*](11 επτακοσιους] επτα·] κριους A | επτακισχιλια] επτα χιλιαδας· A A ος] ο A | απο 2⁰] pr και A 14 ωμοσεν A | Κυριω] pr τω A | σαλ. πιγξιν] + και εν κερατιναις A 15 ψυχης] +αυτων A | και 2⁰] κα| A | κυκλωθεν B* (κυκλοθεν Bᵃᵇ) 16 om μη A 17 απεστησαν] εξηρα) A | Ισραηλ] pr Ιουδα και A XVI 1 μη δουναι] μηδου· και A 3 σου 1⁰] pr ανα μεσον A 4 om προς A | Ιω] Αιων A | Δανω] Δαν A | Αβελ- μαιν A | Νεφθαλι A 5 απελειπεν A | αυτου] εαυτου A 6 ελαβεν 1⁰] ηγαγεν A)

86
[*](B) αὐτῆς ἃ ᾠκοδόμησεν Βαασὰ, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γάβαε καὶ τὴν Μασφά.

καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ἁναμεὶ ὁ προφήτης πρὸς Ἀσὰ βασιλέα Ἰούδα καὶ εἶπεν αὐτῷ Ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον θεόν σου, διὰ τοῦτο ἐσώθη δύναμις Συρίας ἀπὸ τῆς χειρός σου.

οὐχ οἱ Αἰθίπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος, εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον παρέδωκεν εἰς τὰς χεῖράς σου.

ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει ἐπὶ τοῦ πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔστιν μετὰ σοῦ πόλεμος.

καὶ ἐθυμώθη Ἀσὰ τῷ προφήτῃ, καὶ παρέθετο αὐτὸν εἰς φυλακὴν ἐπὶ τούτῳ· καὶ ἐλυμήνατο Ἀσὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ.

καὶ ἰδοὺ οἱ λόγοι Ἀσὰ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.