Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου, καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβεν· καὶ ἔλαβεν τοὺς θυρεοὺς τοὺς χρυσοῦς οὓς ἐποίησεν Σαλωμών.

καὶ ἐποίησεν Ῥοβοὰμ θυρεοὺς χαλκοῦς ἀντʼ αὐτῶν· καὶ κατέστησεν ἐπʼ αὐτὸν Σουσακεὶμ ἄρχοντας παρατρεχόνταων τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως.

καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου, εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων.

καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπʼ αὐτοῦ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν [*](A) [*](22 Αβια] pr Ροβοαμ| τον A XII 1 βασιλια A | εγκατελιπε Bᵇ εγκατελειπεν A 2 Ιερουσαλημ Ισλ A 3 Τρωγοδυται B 4 Ιουδα] in ο med ras aliq B | ηλθον A 5 Σαμαιας A | εγκατελιπετε Bᵇ εγκατελειπατε A | εγκαταλειψω BᵇA 6 Ισραηλ] Ιουδα A 7 Σαμαιαν A | εν 2°] επι A 6 δουλιαν A (bis) 13 οργη] pr η A)

81
εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδᾳ ἔσαν λόγοι ἀγαθοί

καὶ κατίσχυσεν [*](B) Ῥοβοὰμ ἐν Ἰερουσαλὴμ καὶ ἐβασίλευσεν· καὶ τεσσεράκοντα καὶ ἑνὸς ἐτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ ἑπτὰ καὶ δέκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, ἐν τῇ πόλει ἦ ἐξελέξατο Κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραήλ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ Ἀμμανεῖτις.

καὶ ἐποίησεν τὸ πονηρόν, ὅτι οὐ κατεύθυνεν τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν κύριον.

καὶ λόγοι Ῥοβοὰμ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαία τοῦ προφήτου καὶ Ἀθὰ τοῦ ὁρῶντος, καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμει Ῥοβοὰμ τὸν Ἰεροβοὰμ πάσας τὰς ἡμέρας.

καὶ ἀπέθανεν Ῥοβοὰμ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

Ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰεροβοὰμ ἐβασίλευσεν Ἀβιὰ ἐπὶ Ἰσραήλ.

ἔτη τρία ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχὰ θυγάτηρ Οὐριὴλ ἀπὸ Γαβαών· καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀβιὰ καὶ ἀνὰ μέσον Ἰεροβοάμ.

καὶ παρετάξατο Ἀβιὰ ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν· καὶ Ἰεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ἀκτακοσίαις χιλιάσιν, δυνατοὶ πολεμισταὶ δυνάμεαως.

καὶ ἀνέστη Ἀβιὰ ἀπὸ τοῦ ὄρους Σομόρων, ὅ ἐστιν ἐν τῷ ὄρει Ἐφράιμ, καὶ εἶπεν Ἀκούσατε, Ἰεροβοὰμ καὶ πᾶς Ἰσραήλ.

οὐχ ὑμῖν γνῶναι ὅτι Κύριος ὁ θεὸς Ἰσραὴλ ἔδωκεν βασιλέα ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα τῷ Δαυεὶδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκῃ ἁλός;

καὶ ἀνέστη Ἰεροβοὰμ ὁ τοῦ Ναββὰτ ὁ παῖς Σαλωμὼν τοῦ Δαυεὶδ καὶ ἀνέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ.

καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀνέστη πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμάν, καὶ Ῥοβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ, καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ.