Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπʼ αὐτοῦ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν [*](A) [*](22 Αβια] pr Ροβοαμ| τον A XII 1 βασιλια A | εγκατελιπε Bᵇ εγκατελειπεν A 2 Ιερουσαλημ Ισλ A 3 Τρωγοδυται B 4 Ιουδα] in ο med ras aliq B | ηλθον A 5 Σαμαιας A | εγκατελιπετε Bᵇ εγκατελειπατε A | εγκαταλειψω BᵇA 6 Ισραηλ] Ιουδα A 7 Σαμαιαν A | εν 2°] επι A 6 δουλιαν A (bis) 13 οργη] pr η A)

81
εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδᾳ ἔσαν λόγοι ἀγαθοί

καὶ κατίσχυσεν [*](B) Ῥοβοὰμ ἐν Ἰερουσαλὴμ καὶ ἐβασίλευσεν· καὶ τεσσεράκοντα καὶ ἑνὸς ἐτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ ἑπτὰ καὶ δέκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, ἐν τῇ πόλει ἦ ἐξελέξατο Κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραήλ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ Ἀμμανεῖτις.

καὶ ἐποίησεν τὸ πονηρόν, ὅτι οὐ κατεύθυνεν τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν κύριον.

καὶ λόγοι Ῥοβοὰμ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαία τοῦ προφήτου καὶ Ἀθὰ τοῦ ὁρῶντος, καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμει Ῥοβοὰμ τὸν Ἰεροβοὰμ πάσας τὰς ἡμέρας.

καὶ ἀπέθανεν Ῥοβοὰμ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

Ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰεροβοὰμ ἐβασίλευσεν Ἀβιὰ ἐπὶ Ἰσραήλ.

ἔτη τρία ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχὰ θυγάτηρ Οὐριὴλ ἀπὸ Γαβαών· καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀβιὰ καὶ ἀνὰ μέσον Ἰεροβοάμ.

καὶ παρετάξατο Ἀβιὰ ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν· καὶ Ἰεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ἀκτακοσίαις χιλιάσιν, δυνατοὶ πολεμισταὶ δυνάμεαως.

καὶ ἀνέστη Ἀβιὰ ἀπὸ τοῦ ὄρους Σομόρων, ὅ ἐστιν ἐν τῷ ὄρει Ἐφράιμ, καὶ εἶπεν Ἀκούσατε, Ἰεροβοὰμ καὶ πᾶς Ἰσραήλ.

οὐχ ὑμῖν γνῶναι ὅτι Κύριος ὁ θεὸς Ἰσραὴλ ἔδωκεν βασιλέα ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα τῷ Δαυεὶδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκῃ ἁλός;

καὶ ἀνέστη Ἰεροβοὰμ ὁ τοῦ Ναββὰτ ὁ παῖς Σαλωμὼν τοῦ Δαυεὶδ καὶ ἀνέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ.

καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀνέστη πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμάν, καὶ Ῥοβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ, καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ.

καὶ νῦν λέγετε ὑμεῖς ἀντιστῆναι κατὰ πρόσαωπον βασιλείας Κυρίου διὰ χειρὸς υἱῶν Δαυείδ· καὶ ὑμεῖς πλῆθος πολύ, καὶ μεθʼ ὑμῶν μόσχοι χρυσοῖ οὓς ἐποίησεν ὑμῖν Ἰεροβοὰμ εἰς θεούς.

ἤ οὐκ ἐξεβάλετε [*](12 Ιουδα] pr τω A | αγαθοι] + καί| αρεστοι εν πασιν A 13 τεσσαρακ. A Bᵇ | om υιων A | Αμμανιτις A 14 αυτου] εαυτου A | τον κυριον] om τον A 15 Σαμαια A | Αδδω A | πραξεις] pr αι A | τον Ιεροβοαμ| προς Ι. A 16 αυτου 1⁰] εαυτου A | om και εταφη (2⁰) A XIII 1 Ισραηλ] Ιούδαν A 6 τρια ετη A 6 Αβια] + τον πολεμον A | δυνατοι πολεμισται] δυνατων πολεμιστῶν A 0 υμι A* (υμιν Aᵃ?) | εδωκεν] δεδωκεν A | διαθηκην A 6 του Δαυειδ] τω Δαδ A | ἀνέστη 2⁰] απεστη A | αυτου] εαυτου A 7 ενεστη] αντεστη A | τον του Σ.] υιον Σ. A 8 χρυσοί] πολλοι (πολλ sup ras) Aa 9 εξεβαλετο A)

82
[*](B)τοὺς ἱερεῖς Κυρίου τοὺς υἱοὺς Ἀαρὼν καὶ τοὺς Λευείτας, καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πάσης ; ὁ προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐκ μόσχων ἐκ βοῶν καὶ κριοῖς ἑπτά, καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ.

καὶ ἡμεῖς Κύριον τὸν θεὸν ἡμῶν οὐκ ἐνκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσιν τῷ κυρίῳ οἱ υἱοὶ Ἀαρὼν καὶ οἱ Λευεῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν·

θυμιῶσιν τῷ κυρίῳ ὁλοκαύτωμα πρωὶ καὶ δείλης καὶ θυμίαμα συνθέσεως, καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λύχνοι τῆς καύσεως ἀνάψαι δείλης· ὅτι φυλάσσομεν ἡμεῖς τὰς φυλακὰς Κυρίου τοῦ θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐνκατελίπετε αὐτόν.

καὶ ἰδοὺ μεθʼ ἡμῶν ἐν ἀρχῇ Κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφʼ ἡμᾶς· οἱ υἱοὶ τοῦ Ἰσραήλ, πολεμήσετε πρὸς Κύριον θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδώσεται ὑμῖν.

καὶ Ἰεροβοὰμ ἀπέστρεψεν τὸ ἔνεδρον ἐλθεῖν αὐτῶν ἐκ τῶν ὄπισθεν, καὶ ἐγένετο ἔμπροσθεν Ἰούδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν.

καὶ ἀπέστρεψεν Ἰούδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς Κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξιν.

καὶ ἐβόησαν ἄνδρες Ιούδα· καὶ ἐγένετο ἐν τῷ βοῷν ἄνδρας Ἰουδά, καὶ Κύριος ἐπάταξεν τὸν Ἰεροβοὰμ καὶ τὸν Ἰσραὴλ ἐναντίον Ἀβιὰ καὶ Ἰούδα.