Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ κατήκησεν Ῥοβοὰμ εἰς Ἰερουσαλήμ, καὶ [*](B) ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ Ἰουδαίᾳ.

καὶ ᾠκοδόμησεν τὴν Βαιθσέεμ καὶ Ἀπὰν καὶ εκῶῶε,

καὶ Βαιθσουρὰ καὶ τὴν Σοκχὼθ καὶ τὴν Οδολάμ,

καὶ τὴν Γὲθ καὶ τὴν Μαρεισὰν καὶ τὴν Σείββ,

καὶ τὴν Ἀδωραὶ καὶ ΔΛαχεὶς καὶ τὴν Ἀζηκὰ,

καὶ τὴν Σαραὰ καὶ τὴν Ἀλδὼν καὶ τὴν Χεβρὼν ἥ ἐστιν τοῦ Ἰούδα καὶ Βενιαμείν, πόλεις τειχήρεις.

καὶ ὠχύρωσεν αὐτὰς τειχήρεις, καὶ ἔδωκεν ἐν αὐτοῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον,

κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα· καὶ ἤσαν αὐτῷ Ἰουδὰ καὶ Βενιαμείν.

καὶ οἱ Λευεῖται καὶ οἱ ἱερεῖς οἱ ἦσαν ἐν παντὶ Ἰσραὴλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων·

ὅτι ἐνκατέλιπον οἱ Λευεῖται τὰ σκηνάματα τῆς κατασχέσεαως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ἰουδἀ εἰς Ἰερουσαλήμ, ὅτι ἐξέβαλλεν αὐτοὺς Ἰεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ μὴ λειτουργεῖν Κυρίῳ.

καὶ κατέστησεν αὐτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἰεροβοάμ· ¹⁶καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ οἵ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι Κύριον θεὸν Ἰσραήλ, καὶ ἥλθον εἰς Ἰερουσαλὴμ θῦσαι Κυρίῳ θεῷ τῶν τέρων αὐτῶν.