Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ἰούδα καὶ Βενιαμεὶν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς, καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολύ, καὶ ήτήσατο πλῆθος γυναικῶν.

Καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ῥοβοὰμ καὶ ὡς κατεκρατήθη, ἐνκατέλιπεν τὰς ἐντολὰς Κυρίου καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ.

καὶ ἐγένετο ἐν τῷ πέμπτῳ ἔτει τῆς βασιλείας Ῥοβοὰμ ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰ γύπτου ἐπὶ Ἰερουσαλήμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου,

ἐν χιλίοις καὶ διακοσίοις ἄρμασιν καὶ ἐξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετʼ αὐτοῦ ἐξ Αἰγύπτου, Λἰβυες, Γρωγλοδύται καὶ Αἰθίοπες.

καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν αἱ ἤσαν ἐν Ἰούδᾳ· καὶ ἤλθεν εἰς Ἰερουσαλήμ.

καὶ Σαμαίας ὁ προφήτης ἦλθεν πρὸς Ῥοβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα τοὺς συναχθέντας εἰς Ἰερουσαλὴμ ἀπὸ προσώπου Σουσακεὶμ καὶ εἶπεν αὐτοῖς Οὕτως εἰπεν Κύριος Ὑμεῖς ἐνκατελίπετέ με, κἀγὼ ἐνκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακείμ.

καὶ ήσχύνθησαν οἱ ἄρχοντες Ἰσραὴλ καὶ ὁ βασιλεύς, καὶ εἶπαν Δίκαιος ὁ κύριος.

καὶ ἐν τῷ ἰδεῖν Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν λέγων Ἐνετράπησαν· οὐ καταφθερῶ αὐτούς, καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ἰερουσαλήμ,

ὅτι ἔσονται εἰς παῖδας, καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.

καὶ ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου, καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβεν· καὶ ἔλαβεν τοὺς θυρεοὺς τοὺς χρυσοῦς οὓς ἐποίησεν Σαλωμών.

καὶ ἐποίησεν Ῥοβοὰμ θυρεοὺς χαλκοῦς ἀντʼ αὐτῶν· καὶ κατέστησεν ἐπʼ αὐτὸν Σουσακεὶμ ἄρχοντας παρατρεχόνταων τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως.

καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου, εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων.

καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπʼ αὐτοῦ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν [*](A) [*](22 Αβια] pr Ροβοαμ| τον A XII 1 βασιλια A | εγκατελιπε Bᵇ εγκατελειπεν A 2 Ιερουσαλημ Ισλ A 3 Τρωγοδυται B 4 Ιουδα] in ο med ras aliq B | ηλθον A 5 Σαμαιας A | εγκατελιπετε Bᵇ εγκατελειπατε A | εγκαταλειψω BᵇA 6 Ισραηλ] Ιουδα A 7 Σαμαιαν A | εν 2°] επι A 6 δουλιαν A (bis) 13 οργη] pr η A)

81
εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδᾳ ἔσαν λόγοι ἀγαθοί

καὶ κατίσχυσεν [*](B) Ῥοβοὰμ ἐν Ἰερουσαλὴμ καὶ ἐβασίλευσεν· καὶ τεσσεράκοντα καὶ ἑνὸς ἐτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ ἑπτὰ καὶ δέκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, ἐν τῇ πόλει ἦ ἐξελέξατο Κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραήλ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ Ἀμμανεῖτις.

καὶ ἐποίησεν τὸ πονηρόν, ὅτι οὐ κατεύθυνεν τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν κύριον.

καὶ λόγοι Ῥοβοὰμ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαία τοῦ προφήτου καὶ Ἀθὰ τοῦ ὁρῶντος, καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμει Ῥοβοὰμ τὸν Ἰεροβοὰμ πάσας τὰς ἡμέρας.

καὶ ἀπέθανεν Ῥοβοὰμ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

Ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰεροβοὰμ ἐβασίλευσεν Ἀβιὰ ἐπὶ Ἰσραήλ.

ἔτη τρία ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχὰ θυγάτηρ Οὐριὴλ ἀπὸ Γαβαών· καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀβιὰ καὶ ἀνὰ μέσον Ἰεροβοάμ.

καὶ παρετάξατο Ἀβιὰ ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν· καὶ Ἰεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ἀκτακοσίαις χιλιάσιν, δυνατοὶ πολεμισταὶ δυνάμεαως.