Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἶπεν Σαλωμὼν πρὸς τὸν θεόν ἐποίησας μετὰ Δαυεὶδ τοῦ πατρός μου ἔλεος μέγα, καὶ ἐβασίλευσάς με ἀντʼ αὐτοῦ.

καὶ νῦν, Κύριε ὁ θεός, πιστωθήτω τὸ ὄνομά σου ἐπὶ Δαυεὶδ πατέρα μου, ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς ὁ χνοῦς τῆς γῆς.

νῦν σοφίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι· ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον;

καὶ εἶπεν ὁ θεὸς πρὸς Σαλωμῶν Ἀνθʼ ὦν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου, καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων, καὶ ἡμέρας [*](Ιnscr παραλειπομενων των βασιλειων Ιουδα β A 1 2 και τοις εκατον- A ταρχοις 5 τοις A b(mg) (om και τοις εκ. A*) 3 εκκλησια] +μετ αυτου A 4 σκηνην] + Δαδ A 5 Ουριου BᵇA | εκκλησια] +ολη A 6 ηνεγκεν] ανηνεγκεν A (bis) | αυτο] αυτου A 7 post δω ras aliq B ο] συ A 9 χνους] χους A 11 την ψυχην] om την A)

62
[*](B) πολλὰς οὐκ ᾐτήσαω, καὶ ᾒτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν ὅπως κρίνῃς τὸν λαόν μου ἐφʼ ὅν ἐβασίλευσά σε ἐπʼ αὐτόν·

τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι, καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι, ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέ σου, καὶ μετὰ σέ οὐκ ἔσται οὕτως.

καὶ ἥλθεν Σαλωμὼν ἐκ Μαβὰ τῆς ἐν Γαβαὼν τῆς ἐν Ἰερουσαλὴμ πρὸ προσώπου σκηνῆς μαρτυρίου, καὶ ἐβασίλευσεν ἐπὶ Ἰσραήλ.

Καὶ συνήγαγεν Σαλωμὼν ἄρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἄρματα καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων, καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ἰερουσαλήμ.

καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἰερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἐν τῇ Ἰουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.

καὶ ἡ ἔξοδος τῶν ἱππέων τῷ Σαλωμὼν ἐξ Αἰγύπτου, καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως· πορεύεσθαι ἠγόραζον.

καὶ ἐνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἔν ἑξακοσίων ἀργυρίου, καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα· καὶ οὕτως πᾶσιν τοῖς βασιλεῦσιν τῶν Κετταίων καὶ βασιλεῦσιν Συρίας ἐν χερσὶν αὐτῶν ἔφερον.

Καὶ εἶπεν Σαλωμὼν τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.

καὶ συνήγαγεν Σαλωμὼν ἑβδομήκοντα χιλιάδας ἀνδρῶν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπʼ αὐτῶν τρισχίλιοι ἑξακόσιοι.

Καὶ ἀπέστειλεν Σαλωμὼν πρὸς Κειρὰμ βασιλέα Τύρου λέγων Ως ἐποίησας μετὰ τοῦ πατρός μου Δαυεὶδ καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ,

καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ μου, ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιῶν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διὰ παντός, καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωὶ καὶ τὸ δείλης, καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς τοῦ κυρίου θεοῦ ἡμῶν, εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ἰσραήλ.

καὶ ὁ οἶκος ὁν ἐγὼ οἰκοδομῶ μέγας, ὅτι μέγας ὁ [*](A) [*](11 εβασιλευσα σε] εβασιλευσας A 12 δόξαν και χρηματα A | ως] + συ A |βασιλευσιν A | εμπροσθε B]* εμπροσθεν BᵃᵇA 13 Μαβα] Βαμα A | της ἐν (2⁰)] εις A | προ] απο A | σκηνης μαρτυριου] της σκηνης του μαρτ. A 14 κατελειπεν A | om εν 2⁰ A 15 τας εν] om τας A | πεδεινη B (πεδινη ΒαA) 16 ιππεων] ιπων A | τω Σ.]| των Σ. A 17 ενεβαινον] ανεβαινον A | ἵππον] 20-πῶν A | Κετταιων] Γεθθαιων A | βασιλευσι (2⁰) A II \2 ανδρων] se ras 2 linearum in A ; sup ras νοτοφορων και \ογδοηκον Aᵇ 3—8 plurima retractavit 3spiritus et accentus passim adpinxit Aᵇ 3 αυτω 2⁰] εαυτω A 4 ο υιος] om ο A | τὸ πρωί] inter ο et π ras aliq B | νεο- μηνίαις A | του κυρίου θεοῦ] κῦ του θῦ A)

63
θεὸς ἡμῶν παρὰ πάντας τοὺς θεούς.

καὶ τίς ἰσχύσει οἰκοδομῆσαι [*](Β) αὐτῷ οἶκου; ὅτι ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐ φέρουσιν αὐτοῦ τὴν δόξαν· καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον ; ὅτι ἀλλ ἢ τοῦ θυμιῶν κατέναντι αὐτοῦ.

καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ καὶ ἐν τῷ ἀργυρίᾳε. ἐν τῷ χαλκῷ καὶ ἐν τῷ σιδήρῳ καὶ ἐν τῇ πορφύρᾳ καὶ ἐν τῷ κοκκίνῳ, καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετʼ ἐμοῦ ἐν Ἰούδᾳ καὶ ἐν Ἰερουσαλήμ, ἃ ἡτοίμασεν Δαυεὶδ ὁ πατήρ μου.

καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασιν κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου

πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆθος, ὅτι ὁ οἶκος ὁν ἐγὼ οἰκοδομῶ μέγας καὶ ἔνδοξος.

καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσιν ξύλα εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισίν σου, κόρσων εἴκοσι χιλιάδας, καὶ κριθῶν κόρων εἵκοσι χιλιάδας, καὶ οἴνου μέτρων εἵκοσι χιλιάδας.