Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἶπεν Σαλωμὼν πρὸς τὸν θεόν ἐποίησας μετὰ Δαυεὶδ τοῦ πατρός μου ἔλεος μέγα, καὶ ἐβασίλευσάς με ἀντʼ αὐτοῦ.

καὶ νῦν, Κύριε ὁ θεός, πιστωθήτω τὸ ὄνομά σου ἐπὶ Δαυεὶδ πατέρα μου, ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς ὁ χνοῦς τῆς γῆς.

νῦν σοφίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι· ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον;

καὶ εἶπεν ὁ θεὸς πρὸς Σαλωμῶν Ἀνθʼ ὦν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου, καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων, καὶ ἡμέρας [*](Ιnscr παραλειπομενων των βασιλειων Ιουδα β A 1 2 και τοις εκατον- A ταρχοις 5 τοις A b(mg) (om και τοις εκ. A*) 3 εκκλησια] +μετ αυτου A 4 σκηνην] + Δαδ A 5 Ουριου BᵇA | εκκλησια] +ολη A 6 ηνεγκεν] ανηνεγκεν A (bis) | αυτο] αυτου A 7 post δω ras aliq B ο] συ A 9 χνους] χους A 11 την ψυχην] om την A)

62
[*](B) πολλὰς οὐκ ᾐτήσαω, καὶ ᾒτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν ὅπως κρίνῃς τὸν λαόν μου ἐφʼ ὅν ἐβασίλευσά σε ἐπʼ αὐτόν·

τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι, καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι, ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέ σου, καὶ μετὰ σέ οὐκ ἔσται οὕτως.

καὶ ἥλθεν Σαλωμὼν ἐκ Μαβὰ τῆς ἐν Γαβαὼν τῆς ἐν Ἰερουσαλὴμ πρὸ προσώπου σκηνῆς μαρτυρίου, καὶ ἐβασίλευσεν ἐπὶ Ἰσραήλ.

Καὶ συνήγαγεν Σαλωμὼν ἄρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἄρματα καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων, καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ἰερουσαλήμ.